7. Ὧι ἐν τῇ κεφαλῇ ἐνέμετο ἔπαρμα, πρῶτος ἡ στυπτηρίη ἡ
8. κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην πρώτην ἀπόστασιν, ἴσως
9. ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι, ἀπέστη ἑξηκοσταῖον,
10. ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ πρᾶγμα ἦν.
12. Ἔνια τῶν οὕτως γεγραμμένων ἴσως μὲν αὐτῷ τῷ γράψαντι
13. πρὸς ἀνάμνησιν ἦν ὠφέλιμα. τοῖς δ’ ἐντυγχάνουσιν
14. ἡμῖν οὐ πάνυ σαφής ἐστιν ἡ ἐξ αὐτῶν ὠφέλεια. διηγεῖται
15. γάρ τινος ἐν τῇ κεφαλῇ νομῶδες ἕλκος ὠφελεῖσθαι τὸ πρῶτον
16. ὑπὸ τῆς κεκαυμένης στυπτηρίας. εἶναι μέντοι αὐτῷ
17. καὶ κατ’ ἄλλον τινὰ τόπον ἀπόστασιν, ἔνθα καὶ ὀστοῦν
18. ὕστερον ἀπέστη. προσγέγραπται δὲ καὶ τὸ πεπονθὸς μέρος
1. τῆς κεφαλῆς, ἀλλ’ οὕτω σπάνιον τὸ πρᾶγμα καὶ συμβουλὴν
2. οὐδεμίαν ἔγραψε, μόνα τὰ γινόμενα διηγησάμενος.