5. Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δὲ ἤρτηται ἐκ τῶν μεσοκώλων.
6. ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ἐπὶ τὴν
7. γαστέρα.
9. Εὔδηλον ὅτι καὶ ταῦτα ἔγραψεν εἰς ἀνάμνησιν
10. ἑαυτῷ, τῶν ἀνατομικῶν ὄντα θεωρημάτων. ὁ γὰρ ἄνθρωπος
11. ὁμοίαν ἔχει κυνὶ τὴν τῶν κώλων φύσιν, ἀλλὰ καὶ
12. μείζω φησὶν εἶναι αὐτὰ καὶ ἠρτῆσθαι ἐκ τῶν μεσοκώλων
13. ὡς εἰ τὴν μεσεντερίων εἰρήκει, γενικώτερον μὲν γὰρ ὄνομα
14. τὸ τῶν μεσεντερίων ἐστὶν, εἰδικώτερον δὲ τὸ τῶν μεσοκώλων.
15. τοιοῦτον δὲ ἄλλο περὶ τῶν κατὰ τὴν νῆστιν ἐντέρων
16. ἢ τῶν ἄλλων λεπτῶν οὐκ ἔστιν ὄνομα. μεσονήστιον γὰρ ἤ
17. τι τοιοῦτον οὐδεὶς εἴρηκεν. ἔστι μὲν οὖν συνεχῆ τὰ μεσεντέρια
18. τά τε τῶν λεπτῶν καὶ τῶν παχέων· ὅμως δὲ περιγραφάς
1. τινας ἰδίας ἔχειν φαίνεται καὶ χωρίζεσθαι μάλιστα
2. κατὰ τὰς ἐν αὐτοῖς φλέβας. ἰδίᾳ μὲν γὰρ μία φλὲψ εἰς τὸ
3. τῶν λεπτῶν ἐντέρων μεσεντέριον, ἰδίᾳ δὲ εἰς τὸ τῶν παχέων,
4. ἃ δὴ κῶλα προσαγορεύουσι, κατασχίζεται, συγκατασχιζομένης
5. ἑκατέρᾳ τῇ φλεβὶ δηλονότι καὶ ἀρτηρίης. τὸ δ’ ἄρτημα
6. τοῦ μεσεντερίου, καθάπερ καὶ τὸ τοῦ μεσοκώλου, συνεχὲς
7. γὰρ ὅλον ὂν, ὡς ἔφην, εἰς ἕνα τινὰ τῶν κατὰ τὴν ὀσφὺν
8. ἀνήκει σπονδύλων μετὰ τὸ διάφραγμα κείμενον. ὑπόκειται
9. δ’ οὗτος τῇ γαστρὶ, τότε μὲν ἄρτημα τοῦτο πᾶν ὁμοιότατόν
10. ἐστι νεύρῳ, καίτοι σύνδεσμος ὢν τὴν οὐσίαν. ὅσα γὰρ
11. ἐξ ὀστῶν πέφυκεν ἄναιμα σώματα, παραπλήσια τοῖς νεύροις
12. ἐστὶ, νεῦρα συνδετικὰ προσαγορεύουσιν αὐτὰ πολλοὶ τῶν
13. ἰατρῶν ἀντιδιαιρούμενοι τοῖς προαιρετικοῖς. εἴρηται δὲ καὶ
14. νῦν ἐν τῇδε τῇ ῥήσει κατὰ τὴν τῶν νεύρων προσηγορίαν,
15. διὰ τὴν ὁμοιότητα.