2. Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρῶς δρῇν ἢ ποτὰ
3. ἢ βρωτὰ, ἃ ὁρῇ μαλθακῶς ὅσα ψαύειν, ἀλλ’ ἃ μὴ μεγάλα
4. βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον τὸ ψυχρὸν, ὅκου τοῦτο δεῖ.
6. Τίνα χρὴ χαρίζεσθαι τὸν ἰατρὸν τοῖς κάμνουσι καὶ
7. τίνα μὴ, κατὰ τοῦτο τὸ βιβλίον ἐπισκεψάμενοι τελέως ἀρκεσθησόμεθα.
8. καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰώθαμεν
9. ποιεῖσθαί τι τελέως τῆς διδασκαλίας αὖθις ἐν ἑτέροις μηκέτι
10. διέρχεσθαι τὸ σύμπαν, ἀλλὰ μόνον τὸ κεφάλαιον. εἴρηται
11. μὲν οὖν κᾀν τοῖς ἀφορισμοῖς εἰς τόδε τὸ σκέμμα
12. γράψαντος αὐτοῦ τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον,
13. ἥδιον δὲ, τῶν βελτιόνων μὲν ἀηδεστέρων δὲ μᾶλλον μὲν
14. προχείρῳ φαντασίᾳ χαριζόμενός τι τοῖς κάμνουσιν εἰς ἡδονὴν,
15. οὐ μὴν τῇ γ’ ἀληθείᾳ τοῦτο πράττων, ὅσα γὰρ ἥδιον
16. προσφερόμενα τῶν ὀλίγον χείρονα τὴν φύσιν ἐχόντων, ἄμεινον
1. ταῦτα πέπτομεν. ἔτι δὲ συμφορώτατον τοῖς νοσοῦσι
2. καλῶς πεφθῆναι τὸ ληφθέν. ἐν δὲ τῷ νῦν προκειμένῳ λόγῳ
3. γένους ἑτέρου καὶ πράγματος ἐμνημόνευσεν, ἐν ᾧ κεχαρισμένον
4. τε καὶ ἡδὺ τοῖς νοσοῦσιν ὁ ἰατρὸς πράττει μηδὲν
5. τῇ νόσῳ λυμαινόμενος, ὥσπερ ὅταν ἐπιτρέψῃ πρὸ τοῦ καιροῦ
6. λούσασθαι καὶ πιεῖν καὶ φαγεῖν ὀπώρας τινὰς ἢ ψυχρὸν
7. ὕδωρ πιεῖν. ἐνίοτε μὲν γὰρ ὠφέλιμος καιρὸς ἑκάστου τῶν
8. εἰρημένων ἐπὶ τῆς ὑστεραίας ἐστί. καταναγκάζουσι
9. δὲ τοὺς ἰατροὺς οἱ κάμνοντες ὥστε προλαβεῖν ἡμέρᾳ μιᾷ.
10. συγχωροῦσι τὰ πολλάκις ἔνιοι τοῖς νοσοῦσιν ἑτοίμως αὐτὰ
11. ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντες, ἕνεκα τοῦ πλείονα
12. λαβεῖν μισθόν. ἀλλὰ ταῦτα μὲν οὐ κατὰ τὸν λόγον τῆς
13. τέχνης γίνεσθαι, τὸ δ’ ἐν ἀφορισμοῖς εἰρημένον, ὅσα τε
14. νῦν διεξέρχεται χρησίμως τοῖς κάμνουσι, συγχωροῦσιν οἱ
15. ἄριστοι τῶν ἰατρῶν. ἡ χρεία δὲ τῶν νῦν ἐφεξῆς ὑπ’ αὐτοῦ
16. γεγραμμένων εἰς τὴν εὐπείθειαν ἀναφέρεται τῶν καμνόντων,
17. οὓς γὰρ ἂν ἡδέως ὁρῶσι, τούτοις μᾶλλον πείθονται.
18. καὶ κατὰ τοῦτο μήτηρ καὶ πατὴρ ἔπεισαν τέκνον ἀνόρεκτον
1. καὶ αὐτὸ βιάσασθαι προσενέγκασθαι σιτίον, οὐδενὸς ἄλλου
2. πεῖσαι δυνηθέντος. οὕτω καὶ τέκνον ἔπεισε πατέρα καὶ
3. μητέρα καὶ ἀδελφὸς ἀδελφὸν καὶ φίλος φίλον. οὓς δ’ ἂν
4. ἀηδῶς ὁρῶσιν οἱ ἄνθρωποι, κἂν τὰ συμβουλεύωσιν, οὐ
5. πείθωσι. πρὸς τὴν τοιαύτην οὖν εὐπείθειαν αὐτὸς ὁ Ἱπποκράτης
6. ἔλεγε καὶ τὰς προῤῥήσεις ὠφελεῖν ἡμᾶς καὶ ὅλως
7. τὸ θαυμάζεσθαι τὸν ἰατρὸν ὑπὸ τοῦ κάμνοντος. οὕτω γέ
8. τοι καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τοὺς θεραπευομένους ὑπὸ
9. τοῦ θεοῦ πειθομένους ὁρῶμεν αὐτῷ πεντεκαίδεκα πολλάκις
10. ἡμέραις προστάξαντι μηδ’ ὅλως πιεῖν, οἳ τῶν ἰατρῶν μηδενὶ
11. προστάττοντι πείθονται. μεγάλην γὰρ ἔχει ῥοπὴν εἰς τὸ
12. πάντα ποιῆσαι τὰ προσταττόμενα τὸ πεπεῖσθαι τὸν κάμνοντα
13. βεβαίως ἀκολουθήσειν ὠφέλειαν ἀξιόλογον αὐτῷ.
14. τούτων ἔξωθέν ἐστι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα,
15. περὶ ὧν ἤδη λέγωμεν ἕκαστον, ἰδίᾳ προχειριζόμενοι
16. κατὰ τὴν προγεγραμμένην λέξιν, οἷον τὸ καθαρίως
17. δρᾷν ποτὰ ἢ βρωτά. πολλὰ πολλάκις ὁ ἰατρὸς τῷ κάμνοντι
18. προσφέρει ποτὰ καὶ βρωτὰ συντιθεὶς ἐναντίον αὐτοῦ.
1. ἀξιοῖ δὲ ταῦτα καθαρῶς ἐργάζεσθαι καὶ γέγραπταί γε κατ’
2. ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ καθαρῶς τὸ καθαρίως. ἔστι
3. δὲ τοῦτο πρῶτον μὲν εἰ μηδένα ῥύπον ἔχει τὰ σκεύη, δι’
4. ὧν προσφέρεται τὰ ποτὰ καὶ βρωτά. δεύτερον δὲ, εἰ μηδὲ
5. τῶν ἄλλων τι δι’ ὧν ὑπηρεσία γένεται. πολλάκις γὰρ αὐτὸ
6. μὲν ἐν ᾧ περιέχεται τὸ προσφερόμενον ἔδεσμα καὶ πόμα
7. καθαρόν ἐστιν, ἐν ᾧ δὲ ψυχρὸν ὕδωρ ἢ θερμὸν ὁ
8. ὑπηρετούμενος ἔχει ῥυπαρὸν, ὥσπερ καὶ τῶν ἄλλων τι
9. σκευῶν, ἐνίοτε τῶν πρὸς ὑπηρεσίαν ἀνηκόντων οὐ καθαρὸν
10. φαίνεται. καὶ πρὸς τούτοις γε καὶ αὐτὸς ὁ ἰατρὸς, ὃν
11. πρῶτόν τε καὶ μάλιστα τάς τε χεῖρας ἔχειν δεῖ καθαρωτάτας
12. καὶ τὸ πρόσωπον τὰς τρίχας ἐπί τε τοῦ γενείου καὶ
13. κεφαλῆς. ἐφεξῆς δὲ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος,
14. ὥσπερ γε καὶ τὴν ἐσθῆτα λαμπρὰν, ἃ βλέπει, φησὶν, ὁ κάμνων.
15. καὶ τοῦτ’ αὐτὸ καὶ τοὺς ἐπισκοπουμένους καὶ τὰ
16. κατὰ τὸν οἶκον, ἐν ᾧ νοσεῖ. τούτων τε οὖν οὐδὲν αὐτὸν
17. ἀηδῶς ὁρᾷν χρὴ καὶ τῶν ὑπηρετουμένων ἐκείνους παρεῖναι
18. διὰ παντὸς, οἷς μάλισθ’ ἥδεται. καὶ τῶν ἐπισκοπουμένων
1. τοὺς μὲν φιλτάτους χρονίζειν παρ’ αὐτῷ, τοὺς δ’ ἄλλους
2. δυοῖν θάτερον, ἢ μηδ’ ὅλως εἰσιέναι πρὸς αὐτὸν ἢ μὴ μέχρι
3. πλείονος ὁρᾶσθαι. ταῦτα δὲ πολυπραγμονήσας ὁ ἰατρὸς
4. αὐτὸς ἐργάσεταί τε καὶ διατάξει. τινὰ δὲ καὶ χωρὶς
5. πολυπραγμοσύνης αὐτόματα γινώσκεται. πολλάκις γοῦν ἐπισκεπτομένους
6. τὸν κάμνοντα καὶ θεραπεύοντος τοῦ ἰατροῦ
7. δοῦλός τις ἐπεισελθὼν ἤγγειλεν ἀφῖχθαι τόνδε τινὰ ἄνθρωπον
8. ἐπισκέψασθαι βουλόμενον αὐτόν. εἶτα παραχρῆμα
9. ποτὲ μὲν ἡσθεὶς ἐφάνη πρὸς τὴν ἀκοὴν ὁ νοσῶν,
10. ἔστι δ’ ὅτε μεγάλως ἀνιαθεὶς, ὡς ἐνοχλεῖσθαι μέλλων ὑπ’
11. ἀνθρώπου μὴ φιλοῦντος αὐτὸν ἀληθῶς, ἀλλὰ προσποιουμένου.
12. καὶ χρὴ τηνικαῦτα τὸν ἰατρὸν, ὅταν εἰσέλθῃ τις ὃν
13. ὁ κάμνων οὐχ ἡδέως ὁρᾷ, μετὰ βραχὺ κελεύειν ἀξιοπίστως,
14. ἡσυχάσαι συμφέρειν τῷ κάμνοντι καὶ κατὰ ταύτην τὴν πρόφασιν
15. ἐξελθεῖν ἀξιῶσαι καὶ ἐξ αὐτοῦ πάντας. εὔδηλον γὰρ
16. ὅτι συνεξελθόντες ἐν τῷ παραυτίκα τοῖς μὴ φίλοις οἱ φίλοι
17. μετ’ ὀλίγον εἰσελθεῖν δυνήσονται. τὰ μὲν οὖν τοιαῦτα θεάματα
1. τὴν γνώμην τοῦ κάμνοντος ἡδέως τε καὶ ἀηδῶς διατίθησιν,
2. οὐ κατ’ αὐτὴν ἰδίως τὴν αἴσθησιν, ἀλλὰ κατὰ τὴν
3. διάνοιαν. ἔνια δέ ἐστιν ἡδέα τῶν ὁρατῶν κατ’ αὐτὴν τὴν
4. ὄψιν, ὥσπερ γε καὶ τῶν ὀσφρητῶν καὶ γευστῶν καὶ ἀκουστῶν
5. καὶ ἁπτῶν. οὐ μὴν ἅπασί γε ἐπὶ τοῖς αὐτοῖς ἡ ἴση
6. τέρψις. ἄλλος γὰρ ἄλλα καὶ χρώματα καὶ σχήματα καὶ
7. ἄνθη καὶ φυτὰ καὶ βλαστήματα καὶ ζωφραφήματα θεᾶται,
8. τὰ μὲν ὡς ἀηδῆ, τὰ δὲ ὡς ἡδέα. χρὴ τοίνυν παρὰ τῶν
9. οἰκείων τοῦ κάμνοντος τὸν ἰατρὸν πυνθανόμενον οἷστισιν
10. οἱ κάμνοντες ἥδονται, ταῦτα κελεύειν εἰσφέρεσθαι τοῖς οἴκοις
11. ἐν οἷς κατάκεινται. μαλακῶς ὅσα ψαύει κατ’ αὐτὴν
12. μόνην ψιλὴν τὴν ἁπτικὴν αἴσθησιν, ἡδέα ταῦτ’ ἐστὶν, ὥσπερ
13. αὖ πάλιν ἄνθη τε καὶ φυτὰ καὶ ποικίλα καὶ τἄλλα ὅσα
14. προείρηται τὴν ὄψιν μόνην τέρπει. προσθήσομεν οὖν ὅσα
15. ταὐτοῦ γένους ἐπὶ τοῖς εἰρημένοις, παραλέλειπται δὲ ὡς
16. σαφῆ. δυοῖν γὰρ αἰσθήσεων ἐμνημόνευσεν ὄψεώς τε καὶ
17. ἁφῆς. σὺ δὲ καὶ τὴν ὄσφρησιν προσθήσεις δηλονότι καὶ τὴν
18. γεῦσιν καὶ τὴν ἀκοὴν, καὶ κατά γε τὴν ἀκοὴν διαιρεῖν ὥσπερ
1. ἐπὶ τῆς ὄψεως, ἔνια μὲν αὐτὴν τὴν αἴσθησιν μόνην τέρποντα,
2. καθάπερ αἱ ἡδεῖαι φωναὶ, τινὰ δὲ τὴν ἀκοὴν λυποῦντα, καθάπερ
3. αἱ ἀηδεῖς ἀγγελίαι. τοὐναντίον δὲ ἄλλ’ ἄττα τέρπει τε καὶ
4. ἥδει. τοῦτό γε καὶ οἱ ἰδιῶται πάντες ἴσασιν, ὡς οὐδὲν ὧν
5. ἀηδῶς ὁ κάμνων ἀκούσεται προσήκει λέγειν αὐτῷ, καθάπερ
6. γε καὶ τὰ μέλλοντα μεγάλως ἥσειν αὐτὸν, ἀγγέλλειν πάντα
7. μετὰ τοῦ καὶ προσεπιψεύδεσθαί τι. κατὰ μέντοι τὴν ἐφεξῆς
8. ῥῆσιν ἔνια καὶ τῶν ἐνταῦθα παραλελεῖφθαι δοκούντων ἐπαναλαμβάνων
9. προστίθησιν, ἄλλαι. πρόγραμμα τοῦτ’ ἔστιν
10. ἄλλων χαρίτων μελουσῶν λέγεσθαι. προειρηκὼς γὰρ αἱ
11. τοῖσι κάμνουσι χάριτες, εἶτ’ εἰπὼν τὸ καθαρῶς δρᾷν ποτὰ
12. ἢ βρωτά. καὶ τούτων ἐφεξῆς, πάντων ὁρωμένων διελθὼν,
13. εἶθ’ ἑξῆς ὑπὲρ τῶν πρὸς τὴν ἁφὴν ἡδέων, ἐπαγγέλλεται
14. πρὸς ταῖς εἰρημέναις ἑτέρας ἐρεῖν χάριτας ὦν ἐφεξῆς ἀκούσῃ.
15. τινὲς μέντοι τελέως ἐξεῖλον τῶν ἀντιγράφων. τὸ πρόγραμμα
16. τοῦτο τὸ, ἄλλαι, τινὲς δ’ οὐ θηλυκῶς μετὰ τοῦ ἰῶτα γράφουσιν,
17. ἀλλὰ χωρὶς τοῦ ι, κατὰ τὸ καλούμενον οὐδέτερον
1. γένος, ἄλλα μὴ μεγάλα βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον τὸ
2. ψυχρὸν, ὄκου τοῦτο δεῖ. καὶ τὰ μὴ μεγάλως βλάπτοντα δοτέον
3. ἐστὶν ἐνίοτε τοῖς ἐπιθυμοῦσιν αὐτῶν σφόδρα καὶ μέλλουσι
4. μισεῖν τε τὸν ἰατρὸν ἐκ τοῦ μὴ λαβεῖν, ἀποστρέφεσθαί
5. τε καὶ μηδὲν αὐτῷ προστάττοντι πείθεσθαι. διδόναι
6. τοίνυν ἀναγκαῖόν ἐστιν ἐνίοτε τούτοις ἔνια τῶν ἐπιθυμουμένων,
7. ἐὰν μὴ μεγάλως ὑπ’ αὐτῶν μέλλωσι βλάπτεσθαι,
8. προλέγοντα μὲν ὅτι βλαβήσονται καὶ δίδωσιν αὐτὰ
9. χαρίζεσθαί τι βουλόμενος τῷ κάμνοντι, πρὸς δὲ τὸ μέλλον
10. αὐτὸν ἀνταιτοῦντα παρ’ αὐτοῦ τὴν ἐν τοῖς ἄλλοις εὐπείθειαν.
11. οἶδα γὰρ ἐνίους ἐκ τοῦ λαβεῖν πεισθέντας. οὕτω γοῦν κἀγὼ
12. πόλλ’ ἔδωκα ψυχρὸν ὕδωρ ἐν ἐκείνοις τοῖς νοσήμασιν
13. ἐν οἷς μετὰ μίαν ἡμέραν ἦν αὐτοῦ χρεία, τοῦτο μόνον τῷ
14. κάμνοντι χαρισάμενος ὡς μὴ περιμεῖναι τὸν ἄριστον καιρόν.
15. ὡσαύτως δὲ καὶ περὶ βαλανείου καὶ οἴνου καὶ πάντων
16. τῶν τοιούτων οἶδα πράξας. εἰ μέντοι μηδ’ ὅλως δέοιτο
17. μηδὲ μετὰ μίαν ἡμέραν τὸ νόσημα μηδενὸς τούτων, οὐ χρὴ
18. χαρίζεσθαι τῷ κάμνοντι. βραχεῖαν γὰρ βλάβην ἐπανορθώσασθαι
1. δυνατόν ἐστι τὴν μετὰ ταῦτα τοῦ κάμνοντος εὐπείθειαν.
2. τὴν δ’ οὕτως μεγάλην ὡς ἤτοι κίνδυνον ἔσχατον
3. ἐπιφέρειν ἢ χρόνου μῆκος, οὐκέθ’ οἷόν τε πρὸς τὸ δέον
4. πάλιν ἐπαναγαγεῖν. γράφεται δὲ καὶ κατ’ ἄλλας λέξεις ἡ
5. προκειμένη ῥῆσις, μίαν μὲν τοιάνδε· ἀλλὰ καὶ μεγάλα
6. βλάπτειν, οἷον ψυχρὸν ὅκου δεῖ, τοῦ δὴ τοῦ βλάπτειν ῥήματος
7. ἐπὶ τοῦ τέλους ἔχοντος τὸ ν, καὶ ταύτην γε τὴν γραφὴν
8. οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἴσασιν. ἑτέραν δὲ γραφὴν
9. εὑρήσεις ἐν ἄλλοις ἀντιγράφοις χωρὶς τοῦ ν τοιαύτην· ἃ
10. μὴ μεγάλα βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον ψυχρὸν ὅκου
11. τοῦτο δεῖ. βούλεται δ’ ἡ προκειμένη λέξις ἢ μὴ εὐανάληπτα
12. σημαίνειν τὰ μὴ ταχέως ὑπεῖξαι δυνάμενα τοῖς βοηθήμασιν,
13. ὡς ἐπανορθωθῆναι τὴν γεγονυῖαν ἤδη βλάβην.
14. ἀλλὰ περὶ τούτου τοῦ πράγματος ὅσα περὶ τοῦ πρόσθεν εἶπον
15. ἀναμνησθέντας, [χρὴ] μηδεμιᾶς ἐστὶ δεηθῆναι νεωτέρας
16. ἐξηγήσεως.