2. Εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς τῷ νοσοῦντι, κουρὴ, ὄνυχες,
3. ὀσμαί.
5. Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶς ἐπὶ τὸν ἰατρὸν
6. ἀναφέρεται, μεταξὺ δ’ αὐτῶν παρεγκείμενον, τῷ νοσοῦντι,
7. παρέχει τινὰ ζήτησιν, ὅθεν ἔνιοι παντάπασιν ἐξελόντες αὐτὸ
8. προσεποιήσαντο μηδ’ ὅλως εὑρηκέναι γεγραμμένον. ἀλλ’
9. οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ ταύτην τὴν γραφήν.
10. ἴσως δ’ ἄν τινος εὐπορήσαιμεν εἰς αὐτὴν πιθανοῦ, προσεπισκεψάμενοι
11. τῶν εἰρημένων ἕκαστον ἰδίᾳ. καὶ πρώτας γε
12. τὰς πρὸς τὸν κάμνοντα τῶν ἰατρῶν εἰσόδους ὅσαι
13. κεχαρισμένως αὐτοῖς γίνονται. τινὲς μὲν γὰρ ἐνοχλεῖσθαι
14. νομίζουσιν ὑπὸ τῶν πολλάκις αὐτοὺς ὁρώντων, ἔνιοι δὲ πάνυ
15. τούτῳ σφόδρα χαίρουσιν. ἰατροὶ δέ τινές εἰσιν οἳ μέχρι
16. τοσούτου μωραίνουσιν, ὡς καὶ τοῖς κοιμωμένοις ἐπεισιέναι
17. μετὰ ψόφου ποδῶν, φωνῆς μείζονος, ὑφ’ ὧν ἐνίοτε διεγερθέντες
1. οἱ νοσοῦντες ἀγανακτοῦσί τε πρὸς αὐτοὺς καὶ βεβλάφθαι
2. τὰ μέγιστά φασι. ἅπαντ’ οὖν ταῦτα προορᾶσθαι
3. χρὴ ἰατρὸν, ὡς μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παραγίνεσθαι
4. μήτε προπετῶς μετὰ ψόφων πολλῶν καὶ φωνῆς μεγάλης ἢ
5. βαδίσματος ἀσχήμονος ἢ βλέμματος ἢ ὅλως οὑτινοσοῦν τοιούτου.
6. λόγοι. τῶν μεγίστων ἐστὶ καὶ τοῦτο πρὸς τοὺς κάμνοντας
7. ὑπὸ τῶν ἰατρῶν ἤτοι προσηκόντως ἢ οὐ προσηκόντως
8. τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐσχάτως εἰσὶν
9. ἀβέλτεροι, τοιοῦτοί τινες ὄντες οἷον ὁ Ζεῦξίς φησι ὑπὸ Βακχείου
10. γεγράφθαι Καλλιάνακτα γεγονέναι τὸν Ἡροφίλειον
11. ἐν τοῖς ἀπομνημονεύμασιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ
12. τῆς οἰκείας αὐτοῦ. νοσοῦντος γάρ τινος, εἶτ’ εἰπόντος τῷ
13. Καλλιάνακτι, τεθνήσομαι, φασὶν αὐτὸν ἐπιφωνῆσαι τόδε τὸ
14. ἔπος
16. Ἑτέρῳ δὲ ταὐτὸ τοῦτ’ εἰπόντι φάναι
1. ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτός
2. εἰσιν, ἀλλὰ τραχέως καὶ αὐτοὶ προσφέρονται τοῖς νοσοῦσιν
3. ὡς μισηθῆναι, καθάπερ ἄλλοι τινὲς ἐξ ὑπεναντίου
4. δουλοπρεπῶς κολακεύοντες ἐξ αὐτοῦ τούτου κατεφρονήθησαν.
5. ὥσπερ δὲ οὐ χρὴ μίσους ἄξιον φαίνεσθαι τῷ κάμνοντι
6. τὸν ἰατρὸν, οὕτως οὐδ’ εὐκαταφρόνητον, ἀλλ’ ἐν τῷ φιλανθρώπῳ
7. καὶ μετρίῳ καὶ ἡδεῖ σεμνὸν φυλάττειν. εἰ μὴ γὰρ
8. ὥσπερ θεόν τινα ὁ κάμνων θαυμάσειεν, οὐκ ἂν ὁ κάμνων
9. εὐπειθὴς γένοιτο. βέλτιον οὖν ἐστι μήτε κολακεύειν εἰς τοσοῦτον
10. ὥστε καταφρονεῖσθαι μήτε ἄγροικόν τε καὶ τραχὺν
11. ὁμοίως Καλλιάνακτι. γενήσεται δὲ τοῦτο φυλάττοντος μὲν
12. ἔν τε τῷ βλέμματι καὶ τῷ φλέγματι καὶ τῷ παντὶ τοῦ σώματος
13. σχήματι τὸ σεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάσκοντος δὲ τὸν
14. κάμνοντα πείθεσθαι τοῖς πραττομένοις ὑφ’ ἑαυτοῦ. πολλοὶ
15. δ’ εἰσὶ λόγοι καί σοι παραδείγματος ἕνεκεν οὐκ ὀκνήσω
16. παραθέσθαι τινά. δυνήσεται γὰρ ὁ ἰατρὸς ἐπὶ προοιμίῳ
17. πιθανῷ μετὰ ταῦτα πρὸς τὸν κάμνοντα διελθεῖν ὅσα περὶ
1. τῶν τοιούτων Ἱπποκράτης ἔγραψε, πρῶτον μὲν ἐν τοῖς ἀφορισμοῖς
2. εἰπών· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα
3. ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας ἔξωθεν.
4. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἡ τέχνη διὰ τριῶν,
5. τὸ νόσημα, ὁ νοσέων, ὁ ἰατρὸς, ὑπεναντιοῦσθαι τῷ νοσήματι
6. τὸν νοσέοντα μετὰ τοῦ ἰατροῦ. καὶ ὡς τριῶν ὄντων, ἰατροῦ
7. καὶ νοσήματος καὶ κάμνοντος, ἐὰν ὁ νοσῶν ἐάσῃ μόνον
8. πολεμεῖν τῷ νοσήματι τὸν ἰατρὸν ἢ καὶ πρὸς αὐτὸ μεταστὰς
9. ἐναντιοῦται τῷ ἰατρῷ, συμβήσεται νικηθῆναι τὸν
10. ἰατρὸν ὑπὸ τοῦ νοσήματος. ἐὰν δὲ καταλιπὼν τὸ νόσημα
11. σύμμαχος κατ’ αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα
12. τῆς νίκης ἔσεσθαι δυοῖν ἀνθρώπων πρὸς ἓν νόσημα μαχομένων,
13. ὡς τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶς ἐλπίδος ἔσται
14. παρεκτικὸν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοσήματος γενόμενος
15. ἐναντιῷτο τῷ ἰατρῷ· μονωθεὶς γὰρ ἂν οὗτος ὑπὸ τῶν
16. δυοῖν νικηθείη ἄν. ἀρκεῖ σοι τὸ παράδειγμα τοῦτο, νοῆσαι
17. δυναμένῳ κατὰ τὸ παραπλήσιον ἕτερα πολλὰ τοιαῦτα τῷ
18. νοσοῦντι γίνεσθαι πρὸς τῶν ἰατρῶν. οὐ μόνον δὲ τῶν λεχθησομένων
1. λόγων τοῖς κάμνουσιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην
2. εἶναι προσήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς
3. φωνῆς καὶ τὸν τόνον καὶ τὴν ὅλην ἀπόκρισιν ἀνάλογον εἶναι
4. τῇ διανοίᾳ τῶν λόγων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό
5. τις ἀνδρὶ, καὶ μετὰ τοῦ μὴ σολοικίζειν τε καὶ βαρβαρίζειν.
6. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρόνητοι τοῖς κάμνουσιν
7. οἱ ἰατροὶ φαίνονται. σχῆμα. καὶ τὸ σχῆμα τοῦ
8. σώματος ὅλου κατά τε τὴν εἴσοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸς
9. ἐχέτω, μήτε ταπεινὸν, ὡς εὐκαταφρόνητον εἶναι, μήτε
10. χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. ἔνιοι μὲν
11. γὰρ ἀνατεταμένοι καὶ πλατεῖς εἰσίασί τε καὶ καθέζονται,
12. ἔνιοι δὲ διατεθρυμμένοι, τινὲς δὲ ἐγκεκυφότες καὶ ταπεινοί.
13. φεύγειν οὖν ἁπάσας δεῖ τὰς ὑπερβολὰς καὶ πειρᾶσθαι μέσον
14. αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ σπάνιον ὁ κάμνων
15. φαίνοιτό σοι φιλοτάπεινός τις, ἀπὸ τοῦ μέσου βραχὺ
16. πρὸς τὸ ταπεινότερον ἄμεινόν ἐστι σχηματίζειν ἑαυτόν. εἰ
17. δ’ ἐναντίως ἔχοι, καὶ σὺ τἀναντία ποιήσεις ἐπὶ βραχὺ,
18. τοῦ μέσου τε καὶ παρὰ φύσιν ἐφ’ ἑκάτερα παραχωρῶν.
1. ἐσθής. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔστω μέση, μήτε
2. πολυτελὴς, ὡς ἀλαζονείαν ἐμφαίνειν, μήτε ῥυπαρὰ καὶ πάνυ
3. ταπεινή· πλὴν εἴ ποθ’ ὁ κάμνων αὐτὸς εἴη τῶν ἀμετρότερον
4. ἢ τὰ πολυτελῆ φιλούντων ἢ τοῖς ῥυπαροῖς ἡδομένων.
5. ἐπὶ τούτων γὰρ ἀπὸ τῆς μεσότητος ἐπὶ τὸ τῷ κάμνοντι
6. φίλτερον ἀποχωρήσεις, ὅσον ἂν εἰκάσῃς ἔσεσθαί τι σύμμετρον
7. τῷ νοσοῦντι. διὰ μέσου τοῦτ’ ἔφην ἐγκείμενον
8. ἀπορίαν παρέχειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆς ὅλης ῥήσεως
9. ἢ τὴν τελευτὴν εἴρητο, σαφὲς ἂν ἦν ὡς ἅπαντα ταῦτα
10. τῷ νοσοῦντι κεχαρισμένως προσήκει πράττειν τὸν ἰατρὸν,
11. εἰσόδους, λόγους, σχῆμα τοῦ παντὸς σώματος, ἐσθῆτα,
12. κουρὰν τριχῶν, ὀνύχων συμμετρίαν, ὀσμήν. ἐπί τε γὰρ εἰσόδων
13. ἄλλη πρὸς ἄλλον ἐστὶ τῶν νοσούντων ἡ συμμετρία,
14. καθότι πρόσθεν εἶπεν, ἐν δὲ τοῖς λόγοις ὡσαύτως· οἱ μὲν
15. γὰρ μυθολογοῦσι τοῖς ἰατροῖς ἥδονται, τινὲς δὲ ἀνιῶνται,
16. καὶ τινὲς μὲν σεμνοῖς λόγοις, τινὲς δ’ εὐτραπέλοις χαίρουσι.
17. καὶ περὶ τῶν σχημάτων τε καὶ τῆς ἐσθῆτος ἀρτίως εἴρηται
1. τίνα τρόπον ἐστοχάσθαι χρὴ τῶν ἡδέων τῷ νοσοῦντι.
2. κουρὴ τῶν τριχῶν. ἡ κουρὰ φύσει μὲν ἀρίστη γένοιτο ἂν, εἰ
3. στοχάζοιτο τῆς κατὰ τὴν κεφαλὴν ὑγείας. ἄλλοις γὰρ ἄλλο
4. προσήκει. τοῖς νοσοῦσι δὲ τὸ τῆς κουρᾶς εἶδος οὐ ταὐτὸν
5. ἅπασιν ἡδύ. στοχάζεσθαι τοίνυν σε χρὴ καὶ τούτου, πρὸς
6. τὸν ἰατρευόμενον ἀποβλέποντα, καθάπερ ἐπ’ Ἀντωνίνου
7. τοῦ Κομμόδου πατρὸς ἐποίουν οἱ συνόντες ἅπαντες ἐν χρῷ
8. κειρόμενοι. Λούκιος δὲ μιμολόγους αὐτοὺς ἀπεκάλει. καὶ
9. διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετ’ ἐκείνου ὄνυχες. πηλίκους
10. εἶναι χρὴ τοὺς ὄνυχας τοῖς ἰατροῖς αὐτὸς ἐδίδαξεν ἐν τῷ
11. κατ’ ἰητρεῖον, συνάπτων αὐτῶν τὴν συμμετρίαν ἡδεῖαν εἶναι
12. τοῖς ὁρῶσι. περὶ δὲ τῶν χώραν ἐχόντων ὀνύχων ἤ τι
13. τοιοῦτο, καθάπερ γε καὶ περὶ τῆς ἐν κεφαλῇ τῶν τριχῶν
14. ἀλωπεκίας ἢ ὀφιάσεως οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡς
15. ἤδη παρὰ φύσιν αἴσχιστόν ἐστιν ἔχειν ἰατρῷ, καθάπερ γε
16. καὶ ἀρθρῖτιν ἰσχυρὰν ἤ τι τοιοῦτον ἕτερον. ὀδμή. καὶ τῆς
1. ὀδμῆς τοῦ σώματος ὅλου καὶ τοῦ στόματος ἡ μέν τίς ἐστιν
2. ἐνίοις φύσει μοχθηρὰ, καθάπερ γε καὶ ἄλλοις τισὶν ἄμεμπτος,
3. ἡ δ’ ἐξ ἀμελείας ἐγγίνεται, μηδὲν ἡγουμένων ἁμαρτάνειν
4. τῶν ἰατρῶν, ἐὰν ἤτοι σκόροδον ἢ κρομμύων ὄζοντες
5. ἐπισκοποῦνται τοὺς νοσοῦντας. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ
6. τὴν πατρίδα ἡμῶν ἰατρεύοντος ἐν Ῥώμῃ καὶ τοιοῦτό τι
7. συνέβη. μετ’ ἄριστον ἐπεσκέπτετό τινα τῶν πλουσίων τε
8. καὶ πολὺ δυναμένων ἀνδρῶν, ὄζων οἴνου σφοδρῶς. πυρέττων
9. οὖν ἱκανῶς ὁ κάμνων ἅμα κεφαλαλγίας καὶ διὰ τοῦτο
10. μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προσπίπτουσαν ὀσμὴν ἠξίου
11. προσωτέρω χωρήσειν τὸν Κόϊντον, ἀνιᾷν αὐτὸν ἐξόζοντα
12. σφοδρῶς οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίως
13. λέγειν· ὁ Κόϊντος δ’ ἀβελτέρως αὐτῷ προσενεχθεὶς ἐκέλευσεν
14. ἀνέχεσθαι τῆς ὀσμῆς. καὶ γὰρ ἑαυτὸν ἔφη
15. τοῦ κάμνοντος ἀνέχεσθαι πυρετοῦ ὄζοντος, εἶναι δ’ οὐκ
16. ἴσον ἢ πυρετὸν ἢ οἶνον ὀσμᾶσθαι. ἕτερον δ’ ἰατρὸν
17. ἐπὶ τῆς ἡμετέρας Ἀσίας οἶδα δυσώδεις ἔχοντα τὰς μάλας
1. ὡς διὰ τοῦτο μὴ φέρειν αὐτοῦ τὴν εἴσοδον ἄνθρωπον νοσοῦντα
2. μηδένα καθάριον. ἐχρῆν οὖν αὐτὸν ἑαυτοῦ πρῶτον
3. ἰᾶσθαι τὸ σύμπτωμα καὶ οὕτως ἐπιχειρεῖν ἑτέρους θεραπεύειν.
4. ἐγχωρεῖ γὰρ, εἰ καὶ σύμφυτον ὥσπερ καὶ τοῖς
5. τράγοις ἐστὶν, ἀλλά τοι μετριώτερόν γ’ αὐτὸ ποιήσαντα τὸ
6. μέτριον αὖθις τοῦτο πραΰνειν ἑκάστης ἡμέρας διαπάσμασιν
7. ἀμβλυντικοῖς δυσωδίας. ἄλλος γοῦν τις ἔχων δυσῶδες φύσει
8. τὸ στόμα προὐνοήσατο μετριώτερον αὐτὸ ποιήσασθαι
9. διά τε καθάρσεως καὶ φαρμάκων πόσεως ἐπιτηδείων εἰς
10. τοῦτο, καὶ καθ’ ἑκάστην ἡμέραν ὀλίγιστόν τι λαμβάνων εἰς
11. αὐτὸ ποτὲ μὲν ἀμώμου, ποτὲ δὲ μαλαβάθρου φύλλου, ποτέ
12. δ’ ἄλλου τινὸς τῶν εὐωδῶν οὕτως ἐκ τῆς οἰκίας προήρχετο.