ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜ1ΩΝ ΣΤ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Ε. ΤΜΗΜΑ Ε.
2. Νούσων φύσιες ἰητροί.
4. Εἴρηται δὲ πολλάκις ὡς τὰς τοιαύτας γραφὰς, ἐν αἷς
5. ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλ’ ἡ διάνοια μένει κατὰ πᾶν
6. ἡ αὐτὴ, κρίνειν οὐ πρόκειταί μοι, φυλαττομένῳ τὸ μῆκος
7. τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνήσεως
1. εἶπον, ἐπεὶ καὶ κατὰ τὰς μελλούσας λέγεσθαι ῥήσεις
2. οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν. ὁ τοίνυν τῆς λέξεως
3. νοῦς, εἰ μὲν ἁπλῶς τις ἀκούοι τοῦ λεγομένου σαφής ἐστι,
4. δηλοῦντος τοῦ Ἱπποκράτους τὴν ἑαυτοῦ γνώμην, ὡς οὐκ εἴη
5. τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύσιν, ἀλλὰ
6. τεχνικὴν καὶ προνοητικὴν τοῦ ζώου. _ δύναμιν δὲ
7. προσήκει νῦν ἀκούειν ἐκ τοῦ τῆς φύσεως ὀνόματος ἐνοικοῦσαν
8. αὐτοῖς τοῖς σώμασι τοῖς διοικουμένοις ὑπ’ αὐτῆς, ἧς
9. τὴν οὐσίαν ἥτις ἐστὶν οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι ζητεῖν,
10. ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν ἢ τοῦ κατ’ αὐτὴν ἡγεμονικοῦ.
11. δεῖται γὰρ οὐδενὸς αὐτῶν ἐνεστηκὼς λόγος, ἀλλὰ
12. μόνον ὅτι καλῶς ὑπελάμβανεν ὁ Ἱπποκράτης τὴν φύσιν ἰατρὸν
13. εἶναι τῶν νοσημάτων. ἴσως γάρ τις οἰήσεται τὴν ἰατρικὴν
14. τέχνην ἀναιρεῖσθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτ’ οὖν
15. οὐχ ἁπλῶς ἀκούειν χρὴ, νούσων δὲ φύσιες ἰατροί. βαθύτερον
16. γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε περιέχεται, διαρθρώσιος
17. ἀκριβεστέρας δεόμενον, ἣν (οὐ) πρόσθεν ἐποιησάμην
1. ἑτέρωθι. γινώσκοντας δέ μου τὴν προαίρεσιν τοὺς
2. ἑταίρους, οἷς χαριζόμενος ἐπὶ τὴν ἐξήγησιν ἀφῖγμαι τοῦ
3. προκειμένου γράμματος, ἀναμνήσω καὶ νῦν, ὡς ἕκαστον τῶν
4. δογμάτων τῶν ἀποδείξεως δεομένων ἅπαξ που διελθὼν τελέως,
5. οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, μακρολόγον περιττὴν
6. εἰδὼς γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγει τις τὰ αὐτὰ, καθάπερ
7. ἔνιοι πεποιήκασι τῶν νεωτέρων ἰατρῶν, οὐ δὶς μόνον
8. ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἢ πλεονάκις ἔτι περὶ τῶν αὐτῶν
9. τὰ αὐτὰ γράψαντες ἐν πολλοῖς ὑπομνήμασί τε καὶ συγγράμμασιν.
10. ἐγὼ δὲ ἅπαξ ἀποδείξας τι, χρῶμαι τοῦ λοιποῦ
11. κατὰ τὰ ἄλλα βιβλία, τὸ κεφάλαιον μόνον ἀναμιμνήσκων,
12. ὡς ἀποδέδεικταί μοι κατὰ τόδε γράμμα καὶ νῦν οὖν ἅπαξ
13. ποιήσομαι τὸν περὶ τῆς φύσεως λόγον. ὅπως τέ φησιν αὐτὴν
14. ἰατρὸς εἶναι τῶν νοσημάτων ὁ Ἱπποκράτης, ὅτι τὲ τὴν
15. ἰατρικὴν τέχνην οὐδαμῶς ἀναιρεῖσθαι συμβέβηκεν ὑπὸ τοῦ
16. δόγματος τούτου. σὺ δὲ ὁ τοῖσδε τοῖς ὑπομνήμασιν ὁμιλῶν,
17. ἤδη μοι πρόσεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου, τὰς νόσους
1. ὑπὸ τροφῆς ἐν καιρῷ δοθείσης ποιᾶς καὶ ποσῆς, αἰονήσεώς
2. τε καὶ καταπλασμάτων καὶ κλυστήρων καὶ φλεβοτομίας,
3. ὅσα τ’ ἄλλα τοιαῦτα θεραπεύεσθαί τις λέγων οὐκ ἂν
4. ψεύσαιτο, καθάπερ οὐδ’ ὁ φάσκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεσθαι
5. τὰς νόσους, οὐδ’ ὁ τὴν ἰατρικὴν τέχνην θεραπευτικὴν
6. εἶναι τῶν νοσούντων. ὥσπερ δὲ ὁ ταῦτα λέγων
7. οὐκ ἂν ὡς ψευδόμενος ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον
8. οὐδ’ ὁ τὴν φύσιν ἐπὶ σωτηρία τοῦ ζώου πράττειν πάνθ’
9. ἡγούμενος. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰς νόσους ἐκείνην
10. πρώτην ἰᾶσθαι καὶ μάλισθ’ ὅταν ἐναργῶς ὑγιάζῃ τὸν ἄνθρωπον,
11. ἱδρῶτας χεάσασα πολλοὺς ἢ δι’ οὔρων ἢ διὰ
12. γαστρὸς ἢ δι’ ἐμέτων κενώσασα τοὺς λυποῦντας χυμούς.
13. τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐστιν,
14. ἢ τί δεύτερον ἢ τί τρίτον, ὅσα ποιεῖν ὑγίειαν ἔφαμεν,
15. ἐπισκέψασθαι προσήκει. καὶ μάλισθ’ ὅτι καὶ ἄλλα τινὰ
16. προσέρχεται δι’ ὧν αἱ νόσοι θεραπεύονται, περὶ ὧν ἁπάντων
17. τῆς κατὰ τὴν ἀξίαν τάξεως ἄμεινον ἐγνῶσθαι. δοκεῖ
1. γὰρ ἡμῖν ἄμεινον μὲν λέγεσθαι καὶ ἡ φύσις ἰᾶσθαι τὰς
2. νόσους. ὀρθῶς δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. ἀληθῶς
3. δὲ καὶ ὁ ὑπηρέτης αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ δι’ αὐτὴν
4. γενομένη ῥύσις τοῦ αἵματος. ἴσως δ’ ἀξιώσει τις καὶ
5. τὸν μάγειρόν τι συντελεῖν καὶ τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον
6. καὶ τὸν χαλκέα καί τινας ἄλλους τεχνίτας, ὧν τοῖς
7. ἔργοις εἰς ὑπηρεσίαν χρώμεθα τῶν παρασκευαζομένων τοῖς
8. ἀνθρώποις ὑγείας ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν
9. ὗλαι βοηθημάτων, οὐ βοηθήματά εἰσιν, ἔνια δ’ ὄργανα
10. τοῖς βοηθοῦσιν ἐπιτήδεια. βοηθήματα δὲ γίνεται διὰ τοὺς
11. ἐν καιρῷ δέοντι καὶ ὡς προσήκει χρωμένους αὐτοῖς. ὅταν
12. μὲν γὰρ ὠφελήσαι δοθεὶς αὐτοῖς οἶνος, ἡ δόσις αὐτοῦ βοήθημά
13. ἐστι. κἂν δ’ ἀκαίρως προσενεχθεὶς παραφροσύνην
14. ἢ φρενῖτιν ἐργάσηται, νοσῶδες αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ
15. βοήθημα γίνεται. τίς οὖν αἴτιός ἐστι τῆς γενέσεως τοῦ βοηθήματος;
16. ὁ τὸν καιρὸν εὑρίσκων δηλονότι. τίνα δὲ τοῦτον
17. οἱ Ἕλληνες ὀνομάζουσιν; ἢ καὶ τοῦτο πᾶσιν εὔδηλον ὁ ἰατρὸς
18. οὗτος καλεῖται; ὥστε ἰατρὸς οἴνου κυριώτερος εἰς
1. ὑγίειαν φυσικήν τε καὶ ποίησιν. ὑγιαίνουσί τε γὰρ ὠφέλιμος
2. οἶνος γίνεται καιρῷ καὶ μέτρῳ πινόμενος, ἰᾶταί τε τὰς
3. νόσους ὅτε χρὴ προσφερόμενος. ἀλλ’ ὅ γε ἰατρὸς οὐχ ὅτι
4. ζῶόν ἐστι ἢ ὅτι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν,
5. ἐπίσταται καιρὸν καὶ μέτρον ἑκάστης τῶν ὑλῶν, ἀλλ’
6. ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοσωδῶν γνωστικήν.
7. εἰ γὰρ δι’ ἐκείνων ταῦτ’ ἐπίστατο, πάντες ἄνθρωποι τὴν
8. αὐτὴν ἐπιστήμην εἶχον, ὥστε προτέρα κατὰ τὸ ἀξίωμα τῶν
9. ἰατρῶν ἐστιν ἡ τέχνη, δι’ ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνης
10. δυνάμει χρώμενοι τὰς νόσους θεραπεύομεν. ἀλλ’ ὅν
11. ἔχει λόγον ὕλη καὶ τὰ ὄργανα πρὸς ἰατρόν τε καὶ τὴν
12. τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτός τε καὶ ἡ τέχνη πρὸς
13. τὴν ἐν τῷ θεραπευομένῳ φύσιν. ἐκείνη γάρ ἐστιν ἡ πάντα
14. τὰ δέοντα πράττουσα κατὰ τὰ τῶν ζώων σώματα καὶ τρέφουσα
15. μὲν, ἡνίκα θρέψεως δεῖται, παρασκευάζουσα δ’ αὐτὴ
16. τὸ αἷμα δι’ οὐ θρέψει τὰ τροφῆς δεόμενα μόρια. τῷ
17. δ’ αἵματι πάλιν αὐτῷ πρὸς τὸ γεννηθῆναι παρασκευάζουσα
1. τὴν ἐν τῇ γαστρὶ πεπτομένην τροφήν. εἰ δέ γε καταποθέντα
2. τὰ σιτία μήτε πεφθείη καλῶς μήτ’ ἀναδοθείη
3. μήθ’ αἱματωθείη μήτε τὴν τῶν τροφησομένων δύναμιν εὕροι,
4. τὴν ἀρχὴν οὐδ’ ἂν τροφὴ λέγοιτο γεγονέναι τοῦ σώματος
5. ἡμῶν. ὥσπερ δ’ εἰς τὸ τραφῆναι τὰ θρέψεως δεόμενα
6. μόρια κυριωτάτη τῶν αἰτιῶν ἐστιν ἡ τρέφουσα
7. δύναμις αὐτὰ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν ἐν τῇ γαστρὶ
8. πρὸς τὴν τῶν σίτων πέψιν, ἡ δ’ ἐν ἥπατί τε καὶ φλεψὶ
9. πρὸς τὴν τοῦ πεφθέντος αἱμάτωσιν. οὐ μὴν οὐδ’ ἀναγκαῖον
10. ἅπαντά με τὰ κατὰ μέρος ἔργα τῆς φύσεως διέρχεσθαι
11. νῦν. ἀρκεῖ γὰρ ἀναμνῆσαι μόνον, ὡς ἐν τοῖς τῶν
12. φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείχθησαν αἱ καθόλου
13. δυνάμεις αὐτῆς, αἷς ἅπαντα τὰ κατὰ τὸ ζῶον ἐργάζεται,
14. τέτταρες οὖσαι. πρώτη μὲν ἡ τῶν οἰκείων ἑλκτικὴ, δευτέρα
15. δὲ ἡ τούτων αὐτῶν ἀλλοιωτικὴ τε καὶ πεπτικὴ καὶ
16. τρίτη ἡ καθεκτικὴ τῶν οἰκείων καὶ τετάρτη τῶν οὐκ οἰκείων
17. ἀποκριτική. ταύταις οὖν ταῖς δυνάμεσιν οὐ μόνον
18. ὑγιεινὸν φυλάττει τὸ ζῶον, ἀλλὰ νοσῆσαν ὑγιάζει, κἀκ τῶνδε
1. δῆλον, ὅσον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείας αἰτίων.
2. ἅπαντα γὰρ τἄλλα παρασκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ,
3. καθάπερ ἐκτὸς ὁρῶμεν ἄλλην τέχνην ἄλλῃ ὑπουργοῦσαν.
4. ὑφάντῃ μὲν γὰρ κερκίδας καὶ ἱστοὺς καὶ κτένας ὁ τέκτων
5. παρασκευάζει. τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμος, ἀξίνην δὲ
6. καὶ σκέπαρνον ὁ χαλκεὺς, τῷ χαλκεῖ δ’ αὐτῷ τὸν σίδηρον
7. ὁ μεταλλεύς. καὶ σπάνιόν ἐστιν εὑρεῖν τέχνην ποιητικὴν
8. οὐδεμιᾶς ἑτέρας δεομένην ἢ ὄργανα παρασκευαζούσης ἢ ὕλην
9. ἐπιτήδειον εἰς τὸ δημιουργούμενον. οὕτως οὖν
10. καὶ τῷ ἰατρῷ πολλαί τέχναι παρασκευάζουσι τὰς ἐπιτηδείους
11. ὕλας, ὥσπερ αὐτὸς αὗ πάλιν τῇ φύσει μετά τινων
12. ὑπηρετῶν. ἀνάλογον γάρ ἐστιν ὡς ἀρχιτέκτων πρὸς οἰκοδόμους
13. καὶ τέκτονας καὶ τοὺς ἄλλους τεχνίτας, ὧν ἐστιν ἀρχικὸς
14. ὁ ἰατρὸς πρὸς ὑπηρέτας. εἰσὶ δ’ οὗτοι ῥιζοτόμοι, μυρεψοὶ,
15. μάγειροι καταπλάττοντες, ἐπιβρέχοντες, κλύζοντες,
16. ἀποσχάζοντες, φλεβοτομοῦντες, σικυάζοντες. εἰ δ’ ἡμεῖς καὶ
1. ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν
2. ἐρέσσειν ἐπισταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίως ἐπ’ ἄκρου ἀναβῆναι
3. δυναμένῳ τοῦ ἱστοῦ, ὅσα τ’ ἄλλα τῶν ναυτῶν ἐστιν
4. ἔργα γινώσκοντί τε καὶ πράττοντι. καὶ γὰρ στρατηγοὶ
5. πολλοὶ πολλάκις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ μάχεσθαι
6. διὰ ξιφῶν τε καὶ δοράτων ἐπίστανταί τε καὶ πράττουσι
7. καὶ βασιλεῖς ὡσαύτως, ἀλλ’ οὐκ ἢ βασιλεὺς ἢ στρατηγὸς
8. ἦν Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Φίλιππος ὁ πατὴρ αὐτοῦ
9. ταῦτα τὰ τῶν στρατιωτῶν ἔπραττον, ἀλλὰ καθ’ ἑτέρας τέχνας
10. ὑπηρετικὰς τῇ στρατηγικῇ τε καὶ βασιλικῇ. καὶ τοίνυν
11. καὶ ἡμεῖς ᾗ μὲν ἰατροὶ γινώσκομεν ἑκάστου βοηθήματος
12. ποιότητά τε καὶ ποσότητα καὶ καιρὸν καὶ τρόπον χρήσεως,
13. ᾗ δ’ ὑπηρέται φλεβοτομοῦμεν καὶ σικυάζομεν καὶ τἄλλα
14. διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰατρικὴ
15. πρώτη τῶν ἰατρῶν ἐστιν, ὁ δ’ ἰατρὸς τῆς ὑπηρετικῆς
16. τέχνης, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δ’ ὑπηρέται τῶν παρασκευαζουσῶν
17. αὐτοῖς τά τε ὄργανα καὶ τὰς ὕλας τῶν
18. τεχνῶν, ἐκεῖναι δὲ ἐργαζομένων τὰ κατὰ ταύτας τεχνιτῶν,
1. αὐτοὶ δ’ οἱ τεχνῖται τῶν παρασκευαζομένων ὑλῶν τε καὶ
2. ὀργάνων. ἀνάπαλιν τοίνυν ἕνεκα μονιμωτέρας γνώσεώς τε
3. καὶ μνήμης τῷ καταλόγῳ τῶν τεχνῶν ἀκόλουθον, ἐσχάτους
4. μὲν εἰς ὑγιείας φυλακὴν καὶ ποίησιν εἶναι τοὺς κατασκευάζοντας
5. ἡμῖν κλυστῆρας καὶ φλεβότομα καὶ σμίλας καὶ ψοιλίδας
6. καὶ κλυστῆρας καὶ τἄλλα τῆς ἰατρικῆς τέχνης ὄργανα,
7. σὺν αὐτοῖς δὲ καὶ τοὺς τὰς ὕλας προπαρασκευάζοντας, οὓς
8. ὀνομάζουσι ῥιζοτόμους καὶ βοτανικοὺς καὶ τὰ ἐκ τῶν μετάλλων
9. ὅσα τ’ ἄλλα τοιαῦτα παρέχοντας. ἀνωτέρω δὲ τούτων
10. τὰς τέχνας αὐτῶν, ὡς ἀνωτέρω τοὺς ὑπηρέτας τῶν
11. ἰατρῶν καὶ τούτων ἀνωτέρω τὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ
12. τοὺς ἰατροὺς, εἶτα τὴν ἰατρικὴν αὐτὴν, ἥτις πάλιν ὑπηρετεῖ
13. τῇ φύσει. καὶ τῶν γε τῆς φύσεως αὐτῆς δυνάμεων
14. ἔνιαι μέν εἰσι πρῶται, καθ’ ἃς τὸ ζῶον ἐν τῇ ζωῇ διαμένει,
15. τὸ τελεώτατον ἀξίωμα πρὸς τὴν ἀρίστην ζωὴν τοῦ σώματος
16. ἔχουσαι. καλῶ δὲ ἀρίστην ζωὴν τὴν ἐν ὑγιείᾳ δηλονότι,
17. μοχθηρὰ γὰρ ἡ ἐν νόσοις. ἕτεραι δ’ εἰσὶ τούτων
18. ὑπηρετικαὶ δυνάμεις, εἶτ’ ἐκείνων πάλιν ἄλλαι. καὶ τοίνυν
1. ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸς ὑγίειάν τε καὶ ζωὴν
2. ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐθέμην
3. εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθὼς, οὐκ ὀκνήσω
4. καὶ τὰ τῶν διηκουσῶν ἡμᾶς δυνάμεων ἀξιώματα προσθεῖναι.
5. πρῶτον μὲν οὖν εἰσὶν αἱ τὴν ὑγιεινὴν συμμετρίαν
6. φυλάττουσαι τῷ ζώῳ κατὰ ποσόν τε καὶ ποιόν. ἐπειδὴ
7. γὰρ οὐκ ἔστι μόνιμος ἡ οὐσία τοῦ σώματος ἡμῶν, οὔτε
8. κατὰ τὸ ποσὸν οὔτε κατὰ τὸ ποιὸν, ἀλλ’ ἡ μὲν ποσότης
9. μειοῦται κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ἡ δὲ ποιότης
10. ὑπαλλάττεται τρεπομένης ἀεὶ τῆς κράσεως, οὐ μόνον
11. ἐκ τοῦ περιέχοντος, ἀλλὰ κἀξ ἡμῶν, ὡς ἐν τοῖς ὑγιεινοῖς
12. ἐπιδέδεικται. πρὸς μὲν τὴν τῆς ποσότητος ἐπανόρθωσιν
13. ἡ θρεπτικὴ δύναμις ἡμῖν ἐστι, πρὸς δὲ τῆς ποιότητος ἥ
14. τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεομένων
15. δὲ ὕλης οἰκείας τῶν τρέφεσθαι μελλόντων, ἑτέρα τίς
16. ἐστιν ἡμῖν δύναμις, ἣν οὐ χεῖρον ὀνομάσαι συντόμου καὶ
17. σαφοῦς ἕνεκα διδασκαλίας αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτήδειος
18. ἑτέρα δύναμίς ἐστιν, ἡ κατὰ τὴν γαστέρα πεπτική.
1. κοιναὶ δὲ ἁπασῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρές
2. εἰσιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, κληθεισῶν ὑπ’ ἐμοῦ σαφηνείας
3. ἕνεκεν, ἑλκτικῆς, καθεκτικῆς, ἀλλοιωτικῆς καὶ ἀποκριτικῆς.
4. τούτων οὖν ἡμᾶς ἀξιῶ μεμνῆσθαι, γινώσκοντας
5. ἐνταῦθα μόνον εἰρῆσθαί μοι τὸν λόγον τόνδε, δεικνύντα
6. τὴν φύσιν ἁπασῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην
7. ἰάσεως.