5. Πόνος τοῖσιν ἄρθροισι καὶ σαρξὶ, σῖτος, ὕπνος σπλάγχνοισι.
7. Ἐπειδὴ τὸ πόνος ὄνομα πολλάκις μὲν εἴωθεν ὁ Ἱπποκράτης
8. ἀντὶ τοῦ γυμνασίου λέγειν, ἐνίοτε ἀντὶ τῆς ὀδύνης
9. ἢ ἁπλῶς ἡστινοσοῦν βλάβης, ὡς ἐν πολλοῖς ὑπομνήμασιν
10. ἤδη μεμαθήκατε. διὰ τοῦτο τοίνυν ἄλλος ἐπ’ ἄλλο τῶν
11. τριῶν σημαινομένων ἧκε τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὁ
12. μέν τις ἡγούμενος αὐτὸν λέγειν τὸ γυμνάσιον, τοῖς ἄλλοις τε
13. καὶ ταῖς σαρξὶν, οἷόν περ σῖτον εἶναι, τουτέστι τροφὴν καὶ
14. ῥώμην καὶ ὠφέλειαν· αὐξάνεσθαι γὰρ αὐτίκα καὶ κρατύνεσθαι
15. καὶ ῥώννυσθαι διὰ τῶν γυμνασίων οὐδὲν ἧττον ἢ διὰ
16. τῶν τροφῶν. ὁ δέ τις ἄλγημα καὶ ὀδύνην τοῖς ἄρθροις τε
17. καὶ ταῖς σαρξὶ τὸν πολὺν σῖτον ἤκουσεν εἰρῆσθαι. τὴν
1. γὰρ πληθώραν οὐ μόνον δυσκίνητα ποιεῖν τά τε ἄρθρα καὶ
2. τὰς σάρκας, ὅπερ ἐστὶ τοὺς μῦς. ἐν τούτοις γὰρ τὸ τῶν
3. σαρκῶν γένος, ἀλλὰ καὶ ῥευματίζειν ὡς ὀδύνας ἐργάζεσθαι.
4. ταύτῃ δ’ ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον σημαινόμενον,
5. ἡγουμένων τινῶν τὸν πολὺν σῖτον, ὅπερ ἐστὶ τὴν
6. πληθώραν, βλάβην εἶναι τοῖς τε ἄρθροις καὶ ταῖς σαρξὶν,
7. οὐ μόνον δὲ σαρξὶ καὶ ἄρθροις, ἀλλὰ καὶ πᾶσι τοῖς μορίοις
8. τοῦ σώματος ἡ πληθώρα καὶ βλάβην εἴωθε καὶ ὀδύνας
9. ἐπιφέρειν. καὶ μέντοι καὶ τὸ δεύτερον μέρος τῆς ῥήσεως,
10. ἐν ᾧ φησιν, ὕπνος σπλάγχνοισι, τὴν μὲν διάνοιαν ἕξει
11. τοιαύτην. ὥσπερ ὁ πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν,
12. οὕτως ὁ σῖτος τοῖς σπλάγχνοις, ἤτοι γυμνάσιον ἔσται φέρον
13. εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴσει. γυμνάζεσθαι μὲν ἐν τοῖς
14. ὕπνοις τὰ σπλάγχνα, καθ’ ὅσον ἐνεργεῖ μάλιστα τηνικαῦτα
15. καὶ κατεργάζεται τὴν τροφὴν, ἀκούειν ἄν τις δύναιτο. βλάβην
16. δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθὲς, ἀνωδυνίαν
17. τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνος, οὐ τοὐναντίον πέφυκεν
18. ἐργάζεσθαι, πλὴν εἴ τις ἐν ἀρχαῖς παροξυσμῶν λέγοι
1. ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶς διορισμοῦ τῆς ῥήσεως
2. γεγραμμένης οὐκ ἀληθὴς ὁ λόγος ἔσται. μήτοι τοίνυν
3. ἄμεινόν ἐστιν οὕτως ἀναγινώσκειν, πόνος τοῖς ἄρθροις
4. καὶ ταῖς σαρξίν· εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, σῖτος ὕπνος σπλάγχνοισιν,
5. ἵν’ ὁ λόγος γένηται τοιόσδε, τὸ μὲν γυμνάσιον τοῖς
6. ἄρθροις καὶ ταῖς σαρξὶν ὠφέλειαν παρέχει, σῖτος δὲ καὶ
7. ὕπνος τοῖς σπλάγχνοις. τοῦ γὰρ ἐμφύτου θερμοῦ συννεύοντος
8. εἰς τὸ βάθος, ὡς αὐτὸς ἐδίδαξεν, αἵ τε πέψεις τῶν σιτίων
9. ἀμείνους γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ σπλάγχνα.
10. κατὰ δὲ τὴν ἐγρήγορσιν ἀποτειναμένου πρὸς τὸ δέρμα
11. τοῦ ἐμφύτου θερμοῦ, τὰ σπλάγχνα ψυχρότερα γίνονται
12. σφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοις ὑπῆρχεν ἐν τοῖς
13. ὕπνοις, ταῦτα τοῖς κώλοις τε καὶ πᾶσι τοῖς ἐκτὸς ἐν ταῖς
14. ἐγρηγόρσεσιν.