10. Ἐν τοῖσι τρώμασι τὸ αἷμα συντρέχει, βοηθητέον ὡς τὸ
11. κενὸν πλησθῆναι.
13. Αἰνιγματώδης καὶ ἥδε ἡ ῥῆσίς ἐστιν. οὔτε γὰρ τὶ τὸ
14. συντρέχειν δηλοῖ σαφές ἐστιν οὕτε τί κενὸν πλησθῆναι.
15. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον
16. φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμοῤῥαγίας, ἔνιοι δὲ περὶ
17. τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ
1. τετρωμένον μέρος ἐπιῤῥεῖν αἷμα καὶ μέντοι καὶ τούτου γινομένου
2. κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὦν προνοητέον
3. εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν
4. πλήρωσιν αὐτῶν διττὴν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων
5. καὶ στυφόντων φαρμάκων, καὶ σχήματος δὲ ἐπιτηδείου
6. τοῦ συῤῥέοντος αἵματος ἐπὶ τοῦ τετρωμένου τραυματίου.
7. τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κᾀπὶ τῶν σφοδρῶς
8. συντριβέντων ὀστῶν, μάλιστ’ ἐφ’ ὦν ἔξω τοῦ δέρματος ἀνέσχε
9. τι μέρος αὐτῶν, ὡσαύτως δὲ κᾀπὶ τῶν τοιούτων
10. ἐξαρθρημάτων, ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ
11. σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα
12. γὰρ ὀνομάζει Ἱπποκράτης τὰς μεγάλας βλάβας ἔκ τινος
13. τῶν ἔξωθεν γενομένας, εἰ καὶ χωρὶς τραύματος. τῇ δὲ
14. περὶ τοῦ συντρέχειν εἰς ταῦτα τὸ αἷμα καὶ πληροῦν τὸ
15. ἐκκενωθὲν, αὕτη καὶ τοῖς ταῦτα λέγουσιν ἐξήγησις. ὅτι μὲν
16. οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας
17. βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν.
18. εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δ’
1. ἐπὶ τῶν αἱμοῤῥαγούντων τρωμάτων πληροῦν ἐνθέσει φαρμάκων
2. τε τῶν ἐπιτηδείων καὶ μοτῶν.