Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.13, ed. Kühn, 1828, vol. 17b, p. 266-269. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.13


5. Ἣν οὖς ἀλγέῃ, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχεῖν ἄλειφα
6. θερμὸν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον
7. ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τι οἱ ἐξιέναι, ἔπειτα
8. ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ.

10. Ταύτην τὴν ῥῆσιν ὑπώπτευσάν τινες ὡς παρεγγεγραμμένην,
11. οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξίδιον,
12. τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιοῦτός
13. τίς ἐστιν ἐὰν οὖς ἀλγῇ τις, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας
14. δηλονότι τὸν λιχανόν· ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα,
15. βρέχων ἄλειφα, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ
16. τὸ εἴριον ἐνστάζειν εἰς τὸ οὖς, ὡς καὶ νῦν εἰώθαμεν
17. ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον
18. ἄλειφα, καθάπερ αὐτὸς ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρμακον 
1. ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν
2. ᾧ τέγγουσι, θερμαινόμενον ἐπὶ πολυχνιαίας φλογὸς ἢ ἐπὶ
3. τοῦ καλουμένου κηρίωνος. ἐγχεῖν δ’ οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ
4. πολλάκις ὡς ἀποῤῥεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου
5. τοῦ ἀκουστικοῦ. τὸ δ’ ἀποῤῥέον τοῦτο μὲν ἡμεῖς ἁπλῶς
6. εἴριον ὑποτιθέντες δεχόμεθα. κελεύει δ’ ὁ Ἱπποκράτης
7. ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς
8. χειρὸς δηλονότι τὸ ἀποῤῥέον ἐκ τοῦ ὠτὸς ὑγρὸν
9. ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ
10. πλεονάκις ἐγχεῖν κελεύει· τούτοις δ’ ἐφεξῆς, εἰ μὲν ἁπλῶς
11. ἦν γεγραμμένον, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν
12. ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκα τούτου κατὰ τοῦ
13. πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτὸν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς
14. ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον
15. ἐκ πνεύμονος ἐδοκίμασεν. ἐπεὶ δὲ πρόσκειται
16. κατὰ τὸν λόγον, ὡς δοκέῃ τι οἱ ἐξιέναι, καὶ φαίνεται τὸ δοκέῃ
17. συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης
18. τῷ, ἀπάτῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι
1. τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην
2. ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι
3. γὰρ ἐνίοτε κᾀκ τῶν τοιούτων τοὺς κάμνοντας, ἡγεῖσθαί
4. τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι
5. καὶ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι
6. χρήσιμόν εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις,
7. ὡς οὐ ταχέως ἰωμένοις καὶ πρὸς τὸ πείθεσθαι
8. τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν
9. ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες
10. δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες.
11. ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους
12. προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην
13. ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. οὐδὲ τοῦτό ἐστιν εἰπεῖν
14. περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν
15. εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι
16. νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν,
17. ἐκκόπταντας τὴν οἶον ῥίζαν αὐτῆς, ὀδύνην τε πραΰνειν
1. παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην
2. διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν, αἱ δι’ ὀπίου
3. καὶ ὑοσκυάμου καὶ μανδραγόρας καὶ στύρακος συντιθέμεναι
4. ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ
5. δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν,
6. ἀλλ’ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην,
7. οἷόν τ’ ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται
8. γὰρ τῷ, ὡς δοκέῃ τι οἱ ἐξιέναι, τοῦ γράψαντος
9. οὕτως ἐνδεικνυμένου τῶν καμνόντων ἀπάτης ἕνεκεν, ἐπὶ τὴν
10. τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον
11. οὖν ὑπολαμβάνειν οὐδ’ ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους.

Cliquer un n° de page pour en afficher l’image