14. Γλῶσσα οὖρον σημαίνει, γλῶσσαι χλωραὶ, χολώδεες. τὸ δὲ
15. χολώδεες ἀπὸ πίονος, ἐρυθραί δὲ ἀφ’ αἵματος, μέλαιναι
16. δὲ ἀπὸ μελαίνης χολῆς. αὖαι δὲ ἀπὸ λιγνυώδεος ἐγκαύσιος
17. καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος.
1. Τὴν γλῶττάν φησι σημαίνειν ὁποῖόν ἐστι τὸ οὖρον, ἤτοι
2. τὸ κυρίως οὕτως ὀνομαζόμενον, ὃ καθ’ ἑκάστην ἡμέραν
3. ἀποκρίνομεν, ἢ τὸν τῶν χυμῶν ὀῤῥόν. ἑκάτερος δ’ ἂν ὁ
4. λόγος ἐπὶ τὴν τοιαύτην ἥκει διάνοιαν. ἡ γάρ τοι γλῶττα
5. τῆς ἐν τοῖς χυμοῖς διαθέσεώς ἐστι δηλωτικὴ, καθάπερ καὶ
6. τὰ οὖρα, καὶ τό τε χρήσιμον ἐκ τῆς ῥήσεως ἔχοντες, ἐκ
7. περισσοῦ ζητήσομεν ὅ τι ποτὲ σημαίνει τὸ οὖρον. ἔστι δὲ
8. τὸ χρήσιμον, ὃ καθ’ ὅλην τὴν ῥῆσιν διδάσκει, τὰς μέν τινας
9. γλώττας χολῆς πλεονεξίαν ἐνδείκνυσθαι, τὰς δ’ αἵματος
10. ἤ τινος ἄλλου τοιούτου, περὶ ὧν ἐφεξῆς ἁπάντων ἐπισκεπτέον.
11. ἐν γὰρ τοῖς χρησίμοις εἰς τὰ τῆς τέχνης ἔργα
12. διατρίβειν ἀξιῶ, παρατρέχοντας ὅσα σοφιστικῶς ἐζήτηται.
13. χλωρὰς οὖν γλώττας εἴρηκεν, ὡς ἐν τῷ βίῳ συνήθως ὀνομάζουσιν
14. ἄνθρωποι, χλωρούς τινας ἑωρακέναι φάσκοντες,
15. οἷς ἂν ἐπὶ τὸ χολωδέστερον ἡ χρόα μεταβάλῃ, τῆς ὠχρᾶς
16. δηλονότι χολῆς. ταύτην γὰρ ἁπλῶς ὀνομάζουσιν, οὐχ ὥσπερ
17. τὰς ἄλλας μετὰ προσθήκης, ἤτοι μέλαιναν ἢ ἰώδη καλοῦντες
18. ἢ ἐρυθρὰν ἢ ξανθὴν ἢ λεκιθώδη. ἐγγυτάτω μὲν οὖν
1. ἐστι καὶ τοῦ αὐτοῦ σχεδόν τι γένους ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ.
2. λέγουσι δὲ τοὐπίπαν ἄνευ τοῦ προσθεῖναι τὴν ὠχρὰν ἁπλῶς
3. οὕτως χολὴν ἐμεμηκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς ξανθῆς
4. σπανίως ἔστιν εὑρεῖν ἁπλῶς τινα λέγοντα. προστιθέασι
5. γὰρ εὐθέως αὐτῇ τὸ τοῦ χρώματος ὄνομα, ξανθὴν χολὴν
6. ἐμεμηκέναι τόνδε τινὰ λέγοντες ἢ ἄκρατον χολήν. ἰώδη δὲ
7. καὶ μέλαιναν χολὴν οὔτ’ ἰατρός τις οὔτ’ ἰδιώτης
8. ὠνόμαζεν ἄνευ προσθήκης, ὥσπερ οὐδὲ ἰσατώδη καὶ πρασοειδῆ
9. καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα χολῶν ὀνόματά ἐστιν
10. ὑπό τινων ἰατρῶν εἰρημένα, παρωνύμως ταῖς χρόαις, ἃς
11. ἔχουσιν. οὕτως δὲ καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουσιν, αἵματος
12. οὖσαν ὀῤῥόν. ἡ δὲ λεκιθώδης τῆς ξανθῆς παχυνθείσης
13. γίνεται χολῆς, καθάπερ ἡ ὠχρὰ, προσλαβούσης ὑδατώδη
14. τινὰ οὐσίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται
15. σαφῶς ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆς ὠχρᾶς χολῆς βαπτόμεναι.
16. μεγάλας τε γὰρ ἔχουσα φλέβας ἡ γλῶττα καὶ κατὰ τὴν οὐσίαν
17. οὖσα χαύνη τε καὶ σπογγοειδὴς, ἑτοιμοτέρα τῶν ἄλλων
18. ἐστὶ μορίων, ὅσα σκληρὰ καὶ πυκνὰ, δέξασθαί τε τοὺς
1. ὀῤῥώδεις χυμοὺς εἰς αὐτὴν, βαφῆναί τε πρὸς αὐτῶν ὥσπερ
2. τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδες, ἀπὸ πίονος
3. ἐνδεικνυμένου τἀνδρὸς τὴν γένεσιν τῷ χολώδει πλείστην ἐκ
4. τοῦ πίονος ἐν τῇ τροφῇ γίνεσθαι. πίονα δὲ ἀκουστέον οὐ
5. μόνον τὸ λιπαρὸν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλως τὸ ἐν τοῖς
6. κατὰ φύσιν ἔχουσιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύσιν διακείμενοι,
7. πικροῖς καὶ στρυφνοῖς καὶ ὀξώδεσιν ἐδέσμασι χαίρουσιν.
8. οἱ δὲ κατὰ φύσιν ἔχοντες καί ἀπεριττότατοι τά
9. τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰσχυρὰν
10. ποιότητα, μεθ’ ἡδονῆς προσφέρονται. πάντ’ οὖν τὰ
11. τοιαῦτα τὸ πῖόν ἐστιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ πίονα
12. ἄρουραν καὶ λιπαρὰν χώραν εἰρήκασι πολλοὶ τῶν παλαιῶν,
13. εὔφορον ἐνδεικνύμενοι διὰ τῶν προσηγοριῶν τούτων ὑπάρχειν
14. αὐτὴν, τῶν ὑγιαίνουσιν ἡμῖν ἀμέμπτως ἐσθιομένων
15. καρπῶν. ὅτι δ’ ἔκ τε μέλιτος καὶ ὅλως τῶν γλυκέων, ὅταν
16. ἐπὶ πλέον θερμανθῶσιν, ὁ πικρόχολος γεννᾶται χυμὸς, ἐν
17. τῷ περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεικται κατὰ
1. τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεσθαι σαφῶς ὅταν
2. ἐν τῇ γαστρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ, μήτ’ ἀναδοθῆναι
3. φθάσαντα μήτε πεφθῆναι τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην
4. χολήν. ὅσοι γοῦν ἤμεσαν τηνικαῦτα, τὴν τοιαύτην
5. ἤμεσαν. περὶ μὲν οὖν τῆς ὠχρᾶς γλώττης ἱκανὰ καὶ ταῦτα.
6. τὰς δ’ ἐρυθρὰς ἀφ’ αἵματος γίνεσθαί φησιν. οὐδὲ γὰρ οὐδ’
7. ἐπινοῆσαι δυνατὸν ἀφ’ ἑτέρου χυμοῦ πλεονεκτοῦντος, ἐρυθρὰν
8. γενέσθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν
9. χυμῶν ἐστὶ τῶν ἐπικρατούντων δηλονότι καὶ πλεονεκτούντων,
10. οὐ τῶν ἐλλειπόντων. οὕτως δὲ καὶ τὰς μελαίνας γλώττας
11. ἀπὸ μελαίνης χολῆς γίνεσθαί φησιν, ὁ γὰρ αὐτὸς λόγος
12. κἀνταῦθα. τὰς δὲ αὔας, ὅπερ ἐστὶ ξηρὰς, ἱκανῶς ἐκ πυρετοῦ
13. διακαοῦς, ὃς οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύει
14. μᾶλλον ἤπερ ἀτμῷ παραπλήσιον ἀναθυμίασιν ἐργάζεται·
15. διὸ καὶ μέλαιναι πολλάκις αἱ τοιαῦται φαίνονται γλῶτται.
16. γίνονται δὲ τοιαῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆς
17. ὑστέρας δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούσῃ πυρετοὶ
18. θερμότατοι συνεδρεύουσιν. ὥσπερ δὲ ὠχραὶ μὲν ἀπὸ
1. τῆς ὠχρᾶς, μέλαιναι δ’ ἀπὸ τῆς μελαίνης, ἐρυθραὶ δ’ ἀπὸ
2. τοῦ αἵματος, οὕτως ἀπὸ φλέγματος αἱ λευκαὶ γίνονται
3. γλῶτται. τοῖς μὲν οὖν εἰρημένοις σημείοις ἀκολουθεῖ διὰ
4. παντὸς τὰ δηλούμενα, τοῖς δὲ πράγμασιν οὐκ ἐξ ἀνάγκης
5. τὰ σημεῖα, φλεγμαινούσης γὰρ τῆς μήτρας οὐ διὰ παντὸς
6. οἱ πυρετοὶ διακαεῖς γίνονται, καθάπερ οὐδ’ αἵματος πλεονάζοντες
7. ἐρυθραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆς
8. μελαίνης ἐν σπληνὶ περιεχομένης ἢ κατά τινας κάτω
9. φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδ’
10. ἐπὶ τῆς ὠχρᾶς, οὐδ’ ἐπὶ τοῦ φλέγματος, ἀλλ’ ὅταν ἤτοι
11. κατὰ τὴν γαστέρα περιέχηταί τι τούτων ἢ θερμασίας
12. πολλῆς χεούσης τε καὶ πνευματούσης τοὺς χυμοὺς, ἡ
13. φορὰ γίνεται πρὸς τὸ μετέωρον. καθόλου τοίνυν ἐστὶ ῥητέον
14. ὡς ἕκαστον τῶν εἰρημένων ἐπὶ τῆς γλώττης σημεῖον
15. ἐνδεικτικόν ἐστιν, ἤτοι πυρετοῦ περικαοῦς, ἅμα τῷ καθ’
16. ἕκαστον αὐτῶν ὑφ’ Ἱπποκράτους γεγονέναι χυμοῦ πλεονάζειν ἢ
17. τοῦ περὶ τὴν γαστέρα περιέχεσθαι τὸν τοιοῦτον.