2. Οὖρον ὁμόχρουν βρώματι καὶ πόματι καὶ ὡς εἴωθεν ἐὸν,
3. ὅπου τοῦ ὑγροῦ σύντηξις.
5. Τὸ οὖρον ποτὲ μὲν ὁμόχρουν τῷ πεπωμένῳ φαίνεται,
6. μὴ μεταβαλλομένων μηδ’ αἱματουμένων καλῶς τῶν σιτίων,
7. οἷς καὶ τὸ ποθὲν αὐτὸ συμμεταβάλλεται. ποτὲ δὲ συντήξεώς
8. τινος ἐν τῷ σώματι μορίῳ γεννωμένης, ὡς ὁ Σαβῖνος ἔγραψε.
9. ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύσιν διοικουμένου
10. τοῦ σώματος γίνεται, κατὰ φύσιν δ’ ἔχοντος, ἅμα τῇ τῶν
11. χυμῶν γενέσει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον
12. ἐργάζεται τὰς διαφορὰς τῶν οὔρων, οὔτε κατὰ τὰς τῶν πεπωμένων
13. ποιότητας οὔτε κατὰ τὰς τῶν συντακέντων ἐν τῷ
14. σώματι μορίων, ἀλλὰ κατὰ τὰς ἰδέας τῶν γεννηθέντων χυμῶν,
15. ὡς ἔμπροσθεν ἤδη δέδεικται. ὁπότε μὲν οὖν διασώσει
16. τὸ οὖρον τῶν πεπωμένων τὴν χρόαν, εἰ μὲν ὕδωρ εἴη τὸ
17. ποθὲν, ἥ τις οἶνος λευκὸς καὶ λεπτὸς, ὑδατῶδες φαίνεται
18. καὶ λευκόν· εἰ δὲ παχὺς καὶ μέλας εἴη ὁ οἶνος, μελάντερόν
1. τε καὶ παχύτερον, ὥσπερ γε καὶ ξανθότερον, εἰ παλαιὸς
2. καὶ κιῤῥὸς ὁ οἶνος. τῶν δὲ συντακέντων μορίων ἐνδείκνυται
3. τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ συνεξέρχηταί
4. τινα αὐτοῖς. ἀφ’ ἥπατος γάρ ἐστι τὰ τοιαῦτα,
5. καθάπερ γε τὰ σαρκωδέστερα τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ
6. πεταλώδη τῆς κύστεως, τὰ δὲ λιπαρὰ πιμελῆς, τὰ δὲ κριμνώδη
7. μὲν τῷ τε μεγέθει καὶ τῇ σκληρότητι, μὴ μέντοι
8. λευκὰ, σαρκὸς συντετηγμένης γνωρίσματα, καθάπερ γε καὶ
9. τὰ μέλανα τῆς σπληνὸς μᾶλλον. οὐ μέντοι τά γε τοῖς τῶν
10. ὑποζυγίων ἐοικότα συντήξεώς ἐστι σημεῖον, ὥσπερ ὁ Σαβῖνος
11. ᾤετο. δέδεικται γὰρ ἐν τῷ εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματι
12. τὰ τοιαῦτα γινόμενα τοῖς τὸν καλούμενον ὠμὸν
13. χυμὸν ἠθροικόσι πλεῖστον, ὅταν ὑπὸ θέρμης χυθῇ. τηνικαῦτα
14. γὰρ αὐτῷ συμβαίνει πνευματουμένῳ πρὸς τὴν κεφαλὴν
15. ἀναπέμπειν πνεῦμα φυσῶδες, ὅθεν αἱ κεφαλαλγίαι
16. γίνονται.