2. Γλῶσσα ὁμόχρους τῇσι προστάσεσι, διόπερ ταύτῃσι γινώσκομεν
3. τοὺς χυμούς.
5. Ἀσαφής ἐστιν ἐνταῦθα ἡ προστάσεσι φωνὴ, τινῶν μὲν
6. οἰομένων προστάσεις χυμῶν εἰρῆσθαι ἐκ τῆς γαστρὸς ὁρμώντων,
7. ἐνίους δὲ τοὺς ἐπιπηγνυμένους τῆς γλώττης τινῶν
8. καὶ τοὺς διαβρέχοντας αὐτήν. ἄμεινον δὲ τούτους ἅπαντας
9. ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωσοῦν ψαυόντων τῆς γλώττης χυμῶν
10. ὁ λόγος ᾖ γινόμενος. ὁμόχρους γὰρ αὐτοῖς φαίνεται,
11. κἂν ἐκ τῆς γαστρὸς ἄνω φέρωνται, κἂν διὰ τῶν
12. φλεβῶν ἥκωσι τῶν τρεφουσῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων
13. ἔξωθεν αὐτὴν ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται
14. χωρὶς τοῦ διαβρέχειν τὸ βάθος, διὰ τοῦτο οὖν αὐτὸ καὶ
15. τοὺς χυμοὺς διαγινώσκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται,
16. τοὺς πικροχόλους, ἐὰν δὲ μέλαινα, τοὺς μελαγχολικοὺς, ἀνάλογον
17. δὲ τοῖσδε τοὺς ἄλλους ὑπέρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον,
1. ἐξηγούμενος τὴν ῥῆσιν, ἐν ᾗ φησι γλῶσσαι χλωραὶ,
2. χολώδεες.