5. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.
7. Οὐ μόνον ἡ χρόα τῆς γλώττης ἐνδείκνυται τοὺς πλεονάζοντας
8. χυμοὺς, ἀλλὰ καὶ ἡ γευστικὴ κατ’ αὐτὴν δύναμις.
9. οὕτω γοῦν ἐνίοις μὲν ἔχουσι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ
10. πάντα φαντάζεται πικρὰ, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖς
11. ἰκτεριῶσιν, ἐνίοις δ’ ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον
12. χυμόν. ἐναργὲς δὲ τούτου τεκμήριον ἐπ’ αὐτῶν τῶν ὑγιαινόντων
13. ἐστίν. ἐὰν γοῦν τις ἀψινθίου γευσάμενος εὐθέως
14. ἐπ’ αὐτῷ γεύηταί τινος ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν
15. ἅλας μασησάμενος ἄλλο τι μετ’ αὐτὸ αὐτίκα προσενέγκηται,
16. καὶ τοῦτο φανεῖται τὸ γευσθὲν ἁλμυρόν. οὕτως οὖν
17. κᾀν ταῖς νοσώδεσι διαθέσεσιν, ὅταν μὴ καθαρὰ καὶ ἀπέριττος
1. ᾖ κατὰ τὴν φύσιν τοῦ περιττώματος ὁ τῶν σίτων
2. τῶν ἐν αὐτῇ πλεοναζόντων χυμὸς, ἐὰν τὸ προσφερόμενον οὗ
3. γεύσεταί τις ἔξω πάσης ᾖ σφοδρᾶς ποιότητος. εἰ δὲ μὴ,
4. μικτή τις. αἴσθησις ἔσται τῇ γλώττῃ δυοῖν χυμῶν, αὐτοῦ
5. τε τοῦ κατ’ αὐτὴν πλεονάζοντος καὶ τοῦ κατὰ τὸ προσφερόμενον
6. ἐπικρατοῦντος. ἔνια μὲν γὰρ ἱκανῶς ἐστιν ἁλμυρὰ,
7. τινὰ δὲ πικρὰ, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα,
8. γλυκέα δ’ ἄλλα. μικτὴ τοιγαροῦν, ὡς ἔφην, εἰ τῶν τοιούτων
9. τις γεύοιτο, γενήσεται τῶν χυμῶν αὐτῶν ἡ διάγνωσις, ἔκ τε
10. τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντος ἤδη καὶ τοῦ ψαύοντος
11. ἔξωθεν αὐτῆς. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἕν τι τῶν
12. τοιούτων ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, καθάπερ εἴωθε
13. ποιεῖν ἐν τούτοις τοῖς ὑπομνήμασι.