16. Ἢν τῶν μασθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν εἴη, νοσῶδες
17. τὸ ἄγγος.
1. Οὐ κατὰ τὴν Ἱπποκράτους ἑρμηνείαν ἐστὶν ἄγγος ὀνομάσαι
2. τὴν ὑστέραν, τὸ γοῦν λεγόμενον εὔδηλόν ἐστιν. ἐὰν
3. γάρ τι τῶν εἰρημένων σημείων περὶ τοὺς τιτθοὺς γένηται,
4. νοσώδη διάθεσιν εἶναι κατὰ τὴν ὑστέραν δηλοῖ. πολλάκις
5. γὰρ ἤδη μεμαθήκατε περὶ τῆς κοινωνίας τῶν τιτθῶν πρὸς
6. τὴν μήτραν.