9. Ἀνθρώποισιν ὁ ἐν τοῖς ὠσὶ ῥύπος ὁ μὲν γλυκὺς
10. θανάσιμος, ὁ δὲ πικρὸς οὔ.
12. Τάχ’ ἂν αὐτός τις ἕκαστος νοσῶν ὑπομείνειε γεύσασθαι
13. τοῦ κατὰ τὸ οὖς ῥύπου. τῷ δ’ ἰατρῷ βδελυρὸν ἂν εἴη
14. τὸ πρόσταγμα. πρόδηλον δ’ ὡς οὐκ ἐν ἄλλῳ καιρῷ δύναται
15. γενέσθαι ὁ ῥύπος γλυκὺς ἢ καθ’ ὃν ὁ ἐγκέφαλος νοσεῖ.
16. κατὰ φύσιν γάρ ἐστιν αὐτῷ τὸ πικρῷ φαίνεσθαι, διὸ καὶ
17. τὸ γλυκὺ ἐγκεφάλου συντηκομένου φασὶ γίνεσθαι.