10. Ἀνευρίσκει ἡ φύσις ἑαυτῇ τὰς ἐφόδους οὐκ ἐκ διανοίης.
11. τὰ μὲν οἷον τὸ σκαρδαμύσσειν, τὰ δὲ καὶ ἡ γλῶσσα ὑπουργέει
12. καὶ ὅσα ἄλλα τοιαῦτα. ἀπαίδευτος ἡ φύσις ἐοῦσα
13. καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει.
15. Ἐφόδους ὠνόμασε φύσεως ὡς εἰ καὶ ὁδοὺς ἢ ὁρμὰς
16. ἐπὶ τὰς ἐνεργείας εἶπεν, οὐχ ὡς ἡμεῖς διανοούμενοί τε καὶ
17. προαιρούμενοι πράττομεν οὕτως γινομένας. τὸ γοῦν σκαρδαμύσσειν,
1. ὀνομάζεται δ’ οὕτως τὸ κλείσαντα τὰ βλέφαρα
2. διὰ ταχέων αὖθις ἀνοῖξαι, παραχρῆμα τοῖς γεννηθεῖσιν
3. εὐθέως ὑπάρχει ζώοις ἀδιδάκτως. δῆλον δ’ ὅτι τὸ ἔργον
4. τοῦτο μεγίστην ὠφέλειαν παρέχει τοῖς ὀφθαλμοῖς. ἔκαμνέ
5. τε γὰρ ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆς ἐγρηγόρσεως,
6. ἐνέπιπτέ τ’ ἂν ἔξωθεν αὐτοῖς πολλὰ λυμαινόμενα
7. τοῖς χιτῶσιν αὐτῶν. τούτου δ’ ἔτι θαυμασιώτερόν ἐστιν
8. ἔργον τῆς φύσεως, ὃ παρορῶσιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ
9. καὶ τῶν ἰατρῶν οἱ πλείονες καίτοι καθ’ ἑκάστην ἡμέραν
10. γινόμενον. ἐὰν γοῦν παιδίῳ διετεῖ δείξας ἄρτον ὀνομάσῃς
11. αὐτὸν τοῦτο τοὔνομα τὸν ἄρτον ἅμα τῷ δεῖξαι καὶ ποιήσῃς
12. οὕτω δίς που καὶ τρὶς, ὅτι τε τοῦ δεικνυμένου σώματος
13. ἡ ἄρτος φωνὴ σημεῖόν ἐστιν ἐνόησε τὸ παιδίον αὐτό
14. τε μιμησάμενον αὐτὴν φθέγγεται μὴ διδαχθὲν ὅπως χρὴ
15. κινῆσαι τὴν γλῶτταν. ἀνάλογον δὲ τούτῳ καὶ κατὰ τὰς
16. ἄλλας κινήσεις, ἃς ὀνομάζουσι προαιρετικὰς, ὑπὸ πάντων
17. γίνεται τῶν ζώων. ἐὰν γοῦν ἐθελήσῃ κάμψαι τι τῶν κώλων,
18. αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινώσκον ἐκεῖνον τὸν
1. μῦν ὑφ’ οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκτεῖναι βουληθὲν
2. ἐκτείνει δι’ ἑτέρου μυὸς, ἀλλ’ οὔθ’ ὅστις ὁ
3. μῦς οὗτός ἐστιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται
4. δῆλόν ἐστι τῷ κινουμένῳ ζώῳ. πῶς γὰρ οἷόν τε γινώσκειν
5. αὐτὰ, ἃ μηδὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἐστι πρόδηλα; καίτοι
6. τί λέγω πολλοῖς; ἐνίους γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων
7. τις ἔγνω πρὸ ἡμῶν, ὥσπερ καὶ τὸν κάμπτοντα
8. τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώσει, ἀλλ’
9. ὅμως ἅπαντες ἄνθρωποι κάμπτουσι τὴν κατὰ γόνυ διάρθρωσιν
10. ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖς ἀνθρώποις
11. ὑπάρχει τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ
12. καὶ τοῖς ἄλλοις ζώοις ἅπασιν. οὕτως ἄρα τῆς φύσεως ἡ
13. δύναμις ἰσχυροτέρα ἐστὶ πρὸς τὸ πράττειν ἁπάσης τέχνης
14. βέλτιον, ἃ συμφέρει τοῖς ζώοις. καὶ τοίνυν Ἱπποκράτης
15. τῆς μὲν τῶν βλεφάρων κινήσεως, ἧς κινοῦμεν αὐτὰ καὶ
16. πρὸς ἄλλην τινὰ πρᾶξιν ἔχομεν τὸν νοῦν, ἐμνημόνευσεν
17. ἐν τῷ φάναι, οἷον τὸ σκαρδαμύσσειν· τῆς δὲ κατὰ
18. γλῶτταν ἐν τῷ φθέγγεσθαι διὰ τοῦ φάναι καὶ ἡ γλῶσσα
1. δὲ ὑπουργέει. προελομένων γὰρ ἡμῶν ἡντιναοῦν φθέγξασθαι
2. φωνὴν, ἡ γλῶσσα πρὸς τὴν διάρθρωσιν αὐτῆς ἑτοίμως
3. ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούσαντα τῶν
4. δυσκρίτων φωνῶν οἷον τῆς στρὰξ καὶ σφὶγξ, εὐθέως αὐτὰς
5. φθέγγονται μιμούμενα, μήθ’ οὕστινας μῦς τῆς γλώσσης
6. δεῖ κινῆσαι γινώσκοντα μήθ’ ὅπως αὐτὴν ἀνατείνειν ἢ
7. κλᾷν ἢ περιάγειν ἢ στηρίζειν ἄνω πρὸς τὴν ὑπερώαν ἢ
8. τοὺς προσθίους ὀδόντας ἤ τι μέρος ἄλλο τοῦ στόματος.
9. ὅταν δ’ εἴπῃ, καὶ ὅσα ἄλλα, τῶν προαιρετικῶν ἀναμιμνήσκει
10. σε κινήσεων, ἐφ’ ὧν, ὡς ἔφην, τὰ ζῶα πάντα μὴ
11. ὅτι τὰς κινήσεις τῶν μυῶν, ἀλλὰ μηδ’ αὐτοὺς γινώσκοντα
12. τοὺς μῦς, ὅμως ἅμα τῷ προελέσθαι κάμψαι τὸ μόριον ἢ
13. ἐκτεῖναι, παραχρῆμα τοῦτο ποιεῖ, καθάπερ γε κἂν εἰς τὸ
14. πλάγιον ἀπάγειν ἐθελήσῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι, κἂν
15. ὁπωσοῦν ἑτέρως κινῆσαι. διὸ καὶ τούτοις αὐτοῖς ἐπεφώνησεν,
16. ἀπαίδευτος ἡ φύσις οὖσα οὐ μαθοῦσα τὰ δέοντα ποιεῖ.
17. καλοῦνται μὲν οὖν οἱ μαθόντες ὁτιοῦν μάθημα πεπαιδεῦσθαι
18. κατ’ ἐκεῖνο, τῇ φύσει δ’ ὑπάρχει πεπαιδευμένα τὰ μέγιστα
1. εἶναι χωρὶς τοῦ μαθεῖν, ὥσπερ ὁ Θουκυδίδης ἐπὶ
2. τοῦ Θεμιστοκλέους εἶπεν. οἰκείᾳ γὰρ συνέσει καὶ οὔτε
3. προμαθὼν εἰς αὐτοὺς οὐδὲν οὔτε ἐπιμαθὼν, τῶν δὲ παραχρῆμα,
4. δι’ ἐλαχίστης βουλῆς κάλλιστος γνώμων καὶ τῶν
5. μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος
6. εἰκαστής.