2. Γῆν μεταμείβειν σύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν.
4. Εἴτε πλέων εἴτε πεζῶν τις εἰς ἑτέραν ἀφίκοιτο γῆν,
5. εἴτε κίνησις ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν, ἥ δ’ ὑπαλλαγὴ
6. τοῦ ἀέρος ὀνήσει καὶ μάλισθ’ ὅταν εἰς ἐναντίαν ἔχοντα
7. κράσιν ἀέρα μεταστῇ· λέγω δ’ ἐναντίαν οὐ μόνῳ τῷ
8. κατὰ τὴν οἰκείαν τοῦ κάμνοντος χώραν, ἀλλὰ καὶ τῇ κράσει
9. τοῦ νοσήματος. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ
10. ἀέρος εἰς ὃν μεταβαίνει δεήσεται· εἰ δὲ ξηρὸν,
11. ὑγροτέρου. κατὰ τὴν αὐτὴν δὲ καὶ ψυχροτέρου μὲν εἰ θερμὸν,
12. θερμοτέρου δὲ εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ
13. ὑγροτέρου καὶ ψυχροτέρου εἰ θερμὸν εἴη καὶ ξηρόν· οὕτω
14. δὲ καὶ κατὰ συζυγίαν. ἔτι δὲ μᾶλλον ὠφελήσει τὸν μετανιστάμενον,
15. ἐὰν κατὰ τὰ μέτρα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς
16. τοῦ νοσήματος ἡ πρὸς τὸν ἀέρα τὸν ἐναντίον γίνηται
17. μεταβολή. τὸ μὲν γὰρ ἐπ’ ὀλίγον ἐκ τῆς κατὰ φύσιν
1. κράσεως εἰς ψυχροτέραν μεθιστάμενον, ὀλίγῳ τοῦ συμμέτρου
2. κατὰ τὴν κρᾶσιν ἀέρος θερμοτέρου, τὸ δ’ ἐπὶ πολὺ
3. πολλῆς καὶ τῆς εἰς τοὐναντίον ὑπερβολῆς δεῖται. καὶ περὶ
4. χωρίων δὲ τὸν αὐτὸν εἰρῆσθαί σοι νόμιζε λόγον. ἀκριβῶς
5. γὰρ ἀλλήλοις ἐστὶν ἐναντία τὰ τοῦ συμμέτρου τε καὶ μέσου
6. παραχωροῦντα τὸ ἴσον ἑκατέρωσε.