9. Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.
11. Σιτίον ἀσθενὲς οὐκ ἄλλο τι δυνατόν ἐστιν ἀκούειν τοῦ
12. βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δ’ ἐστὶ τά
13. τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτ’ οὖν, φησιν,
14. ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς
15. ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢν αὐτὰ τὰ σιτία ταχέως
16. ἐκ τοῦ σώματος κενοῦνται. κακόζηλον δ’ ἐστὶ τὴν ἐν τῷ
17. σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτόν.