2. Κεδμάτων τὰς ἐπὶ τοῖς ὠσὶν ὄπισθεν φλέβας σχάζειν.
4. Κέδματα λέγει τὰ εἰς τὰ σκέλη κατασκήπτοντα ῥεύματα,
5. καὶ μάλιστά γ’ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν ἥτις
6. ἐστὶ κατ’ ἰσχίον, οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας
7. εἶναι πειθομένης, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων
8. αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ
9. τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀῤῥώστων χρώμενοι. κατὰ μέντοι
10. τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται γράψαντος
11. αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ
12. τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ τὰς περὶ τὰ ὦτα λελέχθαι. φλέβες
13. γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι. κατ’ αὐτὰ
14. δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ
15. μηδὲ φαινόμεναι.