2. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον.
4. Οὐ πᾶσιν, ἀλλὰ τοῖς ἰσχυροῖς τὴν δύναμιν ὠφέλιμός
5. ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς
6. εἰς ἔσχατον ἀῤῥωστίας ὑπ’ αὐτῆς ἀφικόμενοι βλαβήσονται
7. μεγάλως, οἱ δ’ ἰσχυρὰν ἔχοντες τὴν δύναμιν οὔτε καταλυθήσονται
8. καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν
9. τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία
10. ξηραίνει, καθάπερ ἀγρυπνία, κατὰ τὸ διαφορεῖν ἐπὶ πλέον
11. τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐῤῥωμένην
12. ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δ’ ἀσθενέσιν ἐν μὲν
13. τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως.