9. Μελαίνης χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.
11. Τὸ μὲν οὖν τὰς μελαγχολίας ὑπὸ τῶν αἱμοῤῥοΐδων ὠφελεῖσθαι
12. τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς κατ’
13. ἐπιστάσεις αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας. ἐνίους δ’
14. οὐ μόνον ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν
15. ἐμπεσόντας, ἅμα τῷ στῆναι τὴν αἱμοῤῥοΐδα,
16. τινὰς δὲ καὶ καθ’ ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους,
17. εἰ μὴ φθάσειεν, ἤτοι δι’ αἱμοῤῥοΐδος ἢ διὰ τοῦ καθαρθῆναι
18. μέλαιναν χολὴν ὠφεληθέντες· οἱ πλεῖστοι μὲν οὖν αὐτῶν
1. αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμοῤῥοΐδος, οὐ μὴν
2. ἅπαντές γε. γίνεται οὖν οὐ κατὰ μίαν αἰτίαν αἱμοῤῥοῒς,
3. ἀλλ’ ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν
4. μελαγχολικὸν χυμὸν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ
5. τοῖς διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν. ἔστι δ’ ὁτὲ φλεβὸς ἀναστομωθείσης
6. τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν, ἄνευ τοῦ
7. τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον
8. ἐνίοτε μέλαν οὐκ ἔστι καὶ μέντοι καὶ τῆς φύσεως
9. ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης.
10. συμβαίνει δὲ ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν
11. συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μῦσαι τὸ ἀγγεῖον, ἀλλ’
12. ἐπὶ πλέον ἀνεστομωμένων διαμένῃ. κατὰ τὴν προκειμένην
13. οὖν ῥῆσιν (οὐ) τοῦτο λέγειν αὐτὸν ἡγετέον, ὅτι πᾶσα τὴν
14. χολὴν μέλαιναν αἱμοῤῥοῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς
15. ὠφελεῖ μὲν γινομένη, βλάπτει δ’ ἐπισχεθεῖσα
16. καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν.