2. Τὰς ἐπαυξέας νούσους μίξις.
4. Πότερον ὠφελεῖ μίξις αὐτὰς ἢ βλάπτει παραλέλειπται.
5. πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδ’ ὅπως ὑποθεμένων αὐτὰς
6. ὠφελεῖσθαι καὶ μίξιν ἀκουσάντων τὴν πρὸς γυναῖκα, χωρὶς
7. Ἡρακλέος τοῦ Ἐρυθραίου. πάντων δὲ διαφερομένων ἐν
8. τῷ κατὰ τὰς ἐπαυξέας σημαινομένῳ, ὅ μοι δοκεῖ πιθανώτατον
9. ὡς ἐν αἰνίγμασιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόσους
10. τὰς ἐπαυξεῖς, τὰς αὐξανομένας ἐν τῷ χρόνῳ καὶ χείρονας
11. ἀεὶ γινομένας, εἰ μὴ φθάσειε λυθῆναι, οἶον ἀπὸ ποδάγρας,
12. ἀρθρίτιδας, νεφρίτιδας, ἐπιλήψιας, μελαγχολίας
13. ἁπάσας βλαπτομένας ὑπ’ ἀφροδισίων. Σαβῖνος δ’
14. ἐπαυξεῖς ἀκούει νόσους τὰς τοῖς παιδίοις γενομένας καὶ
15. συναυξανομένας ἄχρι τοῦ δύνασθαι, ὡς αὐτὸς ὀνομαστί φησι,
16. μίγνυσθαι, ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδας καὶ τεταρταίους
17. πυρετοὺς καὶ κεφαλαλγίαν, οὐ μὴν φαίνεταί γε πᾶσι
1. τὰ πάθη ταῦτα γενόμενα, πλὴν τῆς ἐπιληψίας, ἢ καὶ δι’
2. αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη παιδίων
3. πάθος. γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισὶν,
4. ἀλλ’ οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν
5. τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας, ὡς τὰ πολλὰ συμβαίνει
6. λύεσθαι, τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν.
7. ὁ δ’ ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς τῆς ἡλικίας,
8. ἀλλ’ ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες
9. οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι τε
10. τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως
11. ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν
12. τῶν μειρακίων, εἰ καὶ χωρὶς τῶν ἀφροδισίων χρήσεως γίνοιτο.
13. πρὸς τούτῳ δ’ ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις
14. οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται δι’ ἀφροδισίων,
15. ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως ἀνιγματώδους οὔσης
16. οὐδὲν διδασκόμεθα, καθάπερ οὐδ’ ὑπ’ ἄλλης οὐδεμιᾶς
17. τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται,
18. μόνους ἐκείνους ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ καπνώδεις
1. διαπνοὰς ἴσχοντας, διὰ φυσικὴν δυσκρασίαν. οὗτοι
2. γὰρ ὅταν ἐπισχεθῶσιν αὐτὰς, βλάπτονται μεγάλως, οὗτοι
3. καὶ πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων
4. ὠφελοῦνται.