7. Ψύξις τὰ κατὰ κοιλίην σκληρύνει.
9. Καὶ κατὰ ταύτην τὴν ῥῆσιν τὸ μέν τι χρήσιμόν ἐστιν
10. ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τ’ οὖν ἐμπειρικοὶ τύχωσιν
11. ὄντες ἄν τε δογματικοί. τὸ δέ τι μόνοις τοῖς τὰς
12. αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις.
13. ἐρῶ δὲ περὶ προτέρου τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε
14. τῇ λέξει, ψύξις τὰ κατὰ κοιλίην σκληρύνει. κοινῇ μὲν
15. ἐδέξαντο πάντες, οὓς κᾀγὼ γινώσκω περὶ τῶν διαχωρουμένων
16. αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ
17. τοὺς ἀφορισμούς. ἦν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι
1. σκληραί. πότερον δὲ τὴν ἐκ τῶν ἐκτὸς μερῶν τοῦ σώματος
2. λέγει ψύξιν μόνον, ἥτις κᾀν ταῖς βορείαις γίνεται
3. καταστάσεσιν, ἢ τῶν ἔνδον, ἐν οἷς ἐστὶ καὶ τὰ κατὰ τὴν
4. κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταὶ, καίτοι διαφορὰν
5. ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψύξιν ἴσμεν
6. οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ
7. σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν
8. ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς διαθέσεις
9. ἐργάζεται, ἐνίοτε καθ’ ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα
10. τῶν ἔνδον μορίων ἐνδέχεται γίνεσθαι σκληρότερα,
11. διαχωρεῖσθαι δ’ ὑγρὰ, μήτε πεττομένων καλῶς τῶν σιτίων
12. μήτ’ ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖα γινώσκεσθαι
13. τοῖς ἰατροῖς ἅπασι, τὰς δ’ αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις.
14. οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην
15. ἀληθές ἐστιν εἰπεῖν, ὡς τὸ ψυχρὸν συνάγον καὶ πηγνύον
16. οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖ αὐτά. τοῦτο
17. γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ
18. βάθος ἐστὶ, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν
1. ἀδύνατον εἰς τοσαύτην ψύξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ
2. παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι. τεθνήξεται
3. γὰρ θᾶττον ὁ ἄνθρωπος, εἰ τοσαύτην ἕξει ψύξιν,
4. ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν
5. μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα,
6. φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης
7. τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν, αἱ κοιλίαι χειμῶνος
8. καὶ ἦρος θερμόταται φύσει. καὶ τούς γ’ ἐξηγητὰς εὕροις
9. ἂν ἀεὶ λέγοντας ἀντιπεριΐστασθαι τὸ θερμὸν τῷ ψυχρῷ,
10. πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ
11. ἐκτός. οὕτως οὖν καὶ νῦν φημὶ, τῆς μὲν γαστρὸς θερμοτέρας
12. γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης δι’ ἣν
13. ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ
14. ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ
15. συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα,
16. τούτῳ δ’ ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων
17. σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψυχρόν
18. ἐστι, τὸ δὲ ξηραῖνον. ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς
1. περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν
2. ἡμῖν. ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μόνην, ὅταν χωρὶς
3. τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως
4. ἀκολουθήσει. λείποι δ’ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι,
5. διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται,
6. χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον.
7. φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τοῦ σιτίων διὰ τῶν
8. ἐντέρων φορὰ καὶ δέδεικται κατὰ τῶν φυσικῶν δυνάμεων
9. ὑπομνήματα γινομένῃ τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται
10. δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες,
11. οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν
12. ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονεῖ τις αὐτοὺς
13. ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται
14. τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων,
15. ἐπὶ τὴν ἕδραν περιττώματα καὶ μάλισθ’ ὅταν προκαλεῖται
16. τὸ θερμὸν, ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως
17. εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ
18. τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολουθεῖ
1. σύμπτωμα, τὸ τὴν περισταλτικὴν τῶν ἐντέρων ἐνέργειαν
2. ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην, ἄνω προωθεῖν τὰ
3. περιεχόμενα, καθάπερ ἐναργῶς ὁρᾶται πολλάκις, ὅταν ἤτοι
4. χολῆς καὶ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν
5. ἕδραν ἑκόντες αὐτὰ κατασχῶμεν, ἤτοι διά τινα πρᾶξιν ἐν
6. ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόῤῥωθεν κοπρῶνος
7. ὄντες. ἀνατρέχει γὰρ ἄνω ταχέως ὡς μηδὲ βιαζομένης αὖθις
8. ὑπακούειν ἑτοίμως. ἡ μὲν οὖν αἰτία δι’ ἣν χρονίζει
9. κατὰ τὴν γαστέρα τὰ σιτία καὶ τὰ ποτὰ, ψυχροῦ τοῦ πέριξ
10. ἀέρος γινομένου καὶ δὴ λέλεκται. ταύτῃ δ’ ἐδείχθη ξηρότης
11. αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶς τῇ ξηρότητι
12. σκληρότης. εἰ δὲ τὰ σώματα τῶν κατὰ τὴν γαστέρα
13. μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεσθαι καὶ δι’
14. αὐτὴν ὑγραίνεσθαι μᾶλλον ἢ ξηραίνεσθαι τὰ διαχωρήματα.
15. συμπεπληρωμένου δ’ ἡμῖν ἤδη τοῦ λόγου παντὸς, ἐπὶ τῇ
16. προτέρᾳ γραφῇ μεταβῶμεν ἐφ’ ἑτέρας ὑπογεγραμμένας.