2. Μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει.
4. Ὅτι μὲν ἡ λαγνεία ξηραίνει τὸ σύμπαν σῶμα, τῶν
5. ὁμολογουμένων ἐστίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν
6. περιττώματα φαίνεται ξηραίνειν, ἀλλ’ ὅταν μεγάλως
7. ὑπ’ αὐτῶν βαρυνθῇ, διὰ τὴν κατάλυσίν τε τῆς δυνάμεως
8. καὶ ψύξιν τῶν μορίων, ὑφ’ ὧν ἡ τροφὴ πέττεται καὶ
9. ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν, μίξις τὰ κατὰ τὴν κοιλίαν
10. ψύχει καὶ σκληρύνει. βούλονται μὲν γὰρ ὑπὸ τῆς μίξεως
11. τὴν ψύξιν γίνεσθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆς ψύξεως
12. τὴν ξηρότητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆς ψύξεως
13. ἐδείξαμεν, ἀλλὰ τῷ τῆς σκληρότητος. ὃ δὲ ἐν τοῖς
14. ἔμπροσθεν λόγοις οὐκ εἶπον ἴσως ἄμεινόν ἐστι νῦν προσθεῖναι.
15. τὴν γὰρ τῶν ἐκτὸς ψύξιν ἐπιδείξαντός μου σκληρύνειν
16. τὰ διαχωρούμενα τάχα τις οἰήσεται μόνην ταύτην
17. αἰτίαν εἶναι τοῦ ξηραίνεσθαι τὰ κατὰ τὴν κοιλίαν. ἔστι δ’
18. οὐχ αὕτη μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς περισταλτικῆς τῶν
1. ἐντέρων δυνάμεως ἀῤῥωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς
2. καὶ καθ’ ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι
3. τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς
4. τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα
5. βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται
6. γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς
7. δυνάμεως.