10. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λούειν ἢ
11. φαγεῖν.
13. Ὁ μὲν καθόλου τε καὶ κοινὸς λόγος ἁπάσης καθάρσεως
14. κατὰ τόνδε τὸν ἀφορισμὸν εἴρηται, τὰ σώματα ὅκου
15. τὶς βούλεται καθαίρεσθαι εὔροα ποιέειν. ἐνταυθοῖ δ’ ἐφ’
16. ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς
17. εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ λουτροῦ, χέοντος μὲν τοὺς
1. χυμοὺς, χαλῶντος δ’ εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται
2. τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἑλλεβοριζομένους, οὔτε
3. πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἑλλέβορον οὔτε μετὰ πολὺν χρόνον,
4. ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ
5. μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης
6. ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι, λούοις τὸν ἄνθρωπον,
7. ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος
8. φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφ’ ὧν
9. παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως
10. ἐφ’ ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον
11. ἅμα καὶ ἀλυπότερον καθαρθῆναι, αὐτὸς δ’ ἐνταῦθα
12. μόνου τοῦ θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ
13. μόνον ἐν αὐτῇ τῇ ἡμέρα, καθ’ ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ
14. φάρμακον, λούειν αὐτὸν, ἀλλὰ κᾀν ταῖς ἔμπροσθεν ἡνίκα
15. παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης
16. καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε
17. πρὸς τοὺς ἑλλεβόρους, τοῖς μὴ ῥᾳδίως καθαιρομένοις
18. προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει
1. τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς
2. χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ
3. ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι
4. καθ’ ὃν χρόνον τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν
5. ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι
6. τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν κατὰ
7. γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν
8. γὰρ τῷ εὔροα ποιεῖν, ὃ κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσε,
9. περιέχεται ταῦτα.