Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.3, ed. Kühn, 1828, vol. 17b, p. 237-241. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.3


9. Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοὶ, ὠτὸς ῥύπος, στόματος
10. σιάλου ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ,
11. λυγμὸς, οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου.

13. Εἰς τὴν ἐξήγησιν τήνδε τῆς ῥήσεως ὅσα δοκεῖ μοι
14. κάλλιστ’ ἄν τις εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήσομαι
15. πρὸς τοὺς ἐξηγησαμένους τὸ βιβλίον, ἅπαντας μὲν
16. οἰομένους ἀφωρίσθαι τῆς προγεγραμμένης ῥήσεως τὴν νῦν
17. ἡμῖν προκειμένην, ἐξηγουμένους τε τὰς λέξεις αὐτοῖς ἁπάσας
1. ὡς εἰς πρόγνωσιν διαφερούσας. ἐμοὶ δὲ φαίνεται τὸ
2. προκείμενον ἐξ ἀρχῆς ἔτι καὶ νῦν διὰ ταύτης ὅλης κατασκευάζειν
3. ὁ Ἱπποκράτης· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν
4. φύσιν πάντα ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου πράττουσαν. ἀρξάμενος
5. οὖν ἀπὸ τῶν ἔργων αὐτῆς, ὅσα κατὰ τὰ σώματα
6. τῶν ζώων ὑγιαινόντων ἐργάζεται καὶ διελθὼν αὐτὰ κατὰ
7. τὴν πρὸ ταύτης ῥῆσιν, ἑξῆς ὅσα κατὰ τὰς νοσώδεις διαθέσεις
8. ἢ κοινὰς ὑγιαινόντων καὶ νοσούντων σωμάτων, ἐπὶ σωτηρίᾳ
9. τοῦ ζώου ποιεῖ κατὰ τὸν ἐνεστῶτα λόγον ἐδήλωσεν,
10. ὧν ἕκαστον ἐγὼ κατὰ μέρος προχειριζόμενος ἐπιδείξω, τινὰ
11. μὲν, ὡς ἔφην, ὄντα ἴδια νοσωδῶν διαθέσεων, ἔνια δὲ κοινὰ
12. νοσοῦσί τε καὶ ὑγιαίνουσι, καὶ νοσοῦσι γίνεται ποτὲ μὲν
13. ἑπόμενα τῷ πρώτῳ τῆς κατὰ τοὺς ὀφθαλμοὺς νοσώδους
14. διαθέσεως, ὥσπερ ὅταν φλεγμαίνουσι, ποτὲ δὲ τῆς φύσεως
15. ἀποκρινούσης τὸ πλεονάζον ὑγρὸν ἢ γεννώσης τὸ
16. λεῖπον ἐν τοῖς κατ’ αὐτοὺς ἀδέσιν. οὕτω δὲ καὶ ἡ τῆς ῥινὸς
17. ὑγρότης, ἐκκενουμένων δι’ αὐτῆς τῶν κατὰ τὸν ἐγκέφαλον
1. ἀθροιζομένων περιττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ
2. δὲ φύσεως μὲν ἔργον ὑπάρχουσιν ἀεὶ, γίνονται δὲ ἐπὶ νοσώδεσι
3. διαθέσεσιν. ὀνομάζω δὲ νοσώδεις διαθέσεις οὐ μόνον
4. ὅταν ἤδη νοσῶσιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τις αὐτῶν
5. συνίστασθαι. οἷον γὰρ ἐπ’ ὀφθαλμῶν ἐστιν ἡ τάραξις ἰδίως
6. ὀνομαζομένη, φλεγμονῆς ἀρχή τις οὖσα, τοιαῦται πολλαὶ
7. νοσώδεις διαθέσεις ἀρχόμεναι συνίστασθαι λύονται τῆς φύσεως
8. ἐκκρινούσης τοὺς γεννῶντας αὐτὰς ἀτμούς τε καὶ χυμούς.
9. εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖς περὶ
10. τῶν συμπτωμάτων αἰτίαις. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ
11. τῆς φύσεως γίνεται, κωλυτικὰ δ’ ἐστὶ νοσωδῶν διαθέσεων,
12. ἤτοι γεννωμένων ἢ γεννᾶσθαι μελλουσῶν, ὥσπερ ἔνια τῶν
13. ἤδη γεγενημένων τε καὶ συμπεπληρωμένων θεραπευτικὰ, καὶ
14. τοῦτ’ ἔστι τὸ τοὺς ἐξηγητὰς ἀπατῆσαν, ὡς οὐκ εἴη νῦν ὁ
15. λόγος Ἱπποκράτους περὶ τῶν τῆς φύσεως ἔργων, ἀλλ’ ἔν γε
16. τοῖς τρισὶν ὑπομνήμασιν ἐν οἷς διέρχομαι περὶ τῶν ἐν τοῖς
17. συμπτώμασιν αἰτίων, ἅπας οὗτος ὁ λόγος ἐξείργασταί μοι
18. δεικνύντι τῆς φύσεως ἐνεργούσης γίνεσθαι τοιαῦτα πάντα
1. συμπτώματα, περὶ ὧν νῦν ὁ λόγος ἐνέστησε. καὶ γὰρ ὁ
2. τῶν ὤτων ῥύπος ὑπ’ ἐκείνης γίνεται καθαιρούσης ἐγκεφάλον
3. τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰς ἐργάζεσθαι
4. τὰς ὁδοὺς τῆς ἀναπνοῆς ἐδείχθη γενομένη, καθάπερ γε καὶ
5. ὁ λυγμὸς καὶ χάσμη καὶ σκορδονισμὸς, ἐκκρίσεως ἕνεκεν
6. περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην
7. ῥῆσιν οὐδὲ συμπτώματα ὅλως ἐστὶν, ὡς καὶ ἥ τε ἀναπνοὴ
8. καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεδήλωται δὲ ὑπ’
9. αὐτοῦ περὶ μὲν τῆς ἀναπνοῆς, ἔνθα φησίν· πνεύματος εἴσοδος,
10. ἔξοδος. περὶ δὲ τῆς διαπνοῆς ἐφεξῆς, ἔνθα πάλιν
11. ἔγραψε, τροφῆς καὶ πνοῆς. σιάλου δὲ γένεσις ἐν τῷ στόματι
12. τῶν προνοητικῶς ὑπὸ τῆς φύσεώς ἐστι γενομένων,
13. ὥσπερ γε καὶ ἡ ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγὴ τῶν
14. πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ
15. ῥήσει κατὰ τήνδε τὴν λέξιν, στόματος σιάλου ἀναγωγή. καὶ
16. χρὴ τὸ μὲν, στόματος σιάλου, καθ’ ἑαυτὸ προενέγκασθαι,
17. τὸ δ’ ἀναγωγὴ μετ’ αὐτὸ προσθέντας τοῦ πτυέλου, τάχα
18. μὲν ἁμαρτηθέντος εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου τῶν ἀντιγράφων
1. ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ
2. τοῦ Ἱπποκράτους παραλιπόντος, ὡς ἂν ἑαυτῷ τινα ὑποτύπωσιν
3. γράφοντος, οὐ πρὸς ἔκδοσιν σύγγραμμα. τὸ δ’ ἐπὶ
4. τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως γεγραμμένον οὐ τοῦ
5. αὐτοῦ παντάπασι τρόπου τοιόνδ’ ἐστί. πάντα τὰ εἰρημένα
6. πᾶσι τοῖς εἰρημένοις οὐ τοῦ αὐτοῦ τρόπου ἐστίν. ὡς γὰρ
7. ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων μόνων
8. γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοσωδῶν διαθέσεων, ὥσπερ
9. δ’ αὖ πάλιν ὑπ’ ἀμφοτέρων ἔνια, καὶ τινὰ μὲν αὐτῶν μόνης
10. τῆς φύσεώς ἐστιν ἔργα. γραφόντων δὲ τήνδε τὴν λέξιν τῶν
11. ἐξηγητῶν πολυειδῶς ὀλίγον ὕστερον αἱ γραφαὶ λεχθήσονται.
12. νυνὶ δὲ πρότερον, ὅσον ἔθ’ ὑπόλοιπόν ἐστιν ὅλης τῆς
13. ῥήσεως, ἐν ᾗ τὰ φύσεως ἔργα κατέλεξεν, ἐξηγήσομαι.

Cliquer un n° de page pour en afficher l’image