7. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ μᾶλλον ἀπὸ τῆς κάτω.
9. Τῶν κατὰ τὴν κοιλίαν μορίων τὸ μὲν ἄνω ῥίγους μᾶλλόν
10. ἐστι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰσθητικὸν ἢ
11. ἀρκτικὸν, ὅπερ καὶ πιθανώτατόν ἐστι, καὶ δι’ αὐτό γε τοῦτο
12. προσκεῖσθαι νομίζω τὸ μᾶλλον, ὡς ἀλλήλοις περιλαμβανομένων
13. μόνων τῶν εἰρημένων. ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσαιμεν,
14. ἐπέρχεταί τις ἄλλη ζήτησις οὐκ εἰδότων ἡμῶν πότερον,
15. ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖς
16. ἕπεσθαί φησι ἢ ὅταν εἰς αὐτὰ συῤῥεύσωσι χυμοί τινες ἐκ
17. τοῦ σώματος δακνώδεις, ἢ ὅταν ἡ τροφὴ φθαρῇ. καί μοι
1. δοκεῖ βέλτιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶς γεγονέναι
2. περί τε τῆς ἐκ χυμῶν βλάβης καὶ τῆς ἑπομένης αὐτῇ διαφθορᾶς
3. τῶν σιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸς ἢ δακνώδης ἐν
4. τῷ στόματι τῆς κοιλίας ἀθροισθῇ χυμὸς, ἐκ διαφθορᾶς
5. τῶν σιτίων ἢ μοχθηρᾶς ποιότητος ἢ καὶ συῤῥοῆς τοῦ σώματος,
6. ἀρχὴ ῥίγους ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ
7. περὶ ῥίγους λόγῳ, διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδες τὸ ῥῖγος
8. γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ σωμάτων αἰσθητικῶν
9. κινῆται καὶ φέρηται σφοδρότερον· ὥσπερ δὲ
10. τοῦτο φαίνεται συμβαῖνον, οὕτως ἐνίοτε πυρετὸς ἐπὶ διαφθορᾶς
11. τροφῆς ὁρᾶται γινόμενος, ἐπειδὰν εἰς τὴν κάτω
12. κοιλίη ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα
13. ῥίγους, ὥσπερ ὁπότε τὰ κατὰ τὸ στόμα τῆς κοιλίας
14. ἐδάκνετο.