Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.32, ed. Kühn, 1828, vol. 17b, p. 300-302. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.32


17. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ξηραίνει
18. ὕπνος πολύς.

1. Τὸν γὰρ κεκενωμένον ὅτι ὁ πολὺς ὕπνος ξηραίνει καὶ
2. τῇ πείρᾳ μὲν εἴσῃ δι’ ἧς ἅπαντες λόγοι κρίνονται καὶ πρὸ
3. τῆς πείρας δὲ ποδηγηθείης ἂν εἰς τὴν τοῦ λεγομένου πίστιν
4. ἐξ ὧν προμεμάθηκας. εἰ μὲν ἐν τοῖς ὕπνοις εἴσω συννεύει
5. τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον θερμὸν, ἐν δὲ ταῖς ἐγρηγόρσεσιν
6. ἐκτὸς ἀποτείνεται, πεφθήσεται μὲν ἐν τοῖς ὕπνοις
7. τὰ κατὰ τὴν γαστέρα τε καὶ ἧπαρ, ὅλον δὲ τραφήσεται τὸ
8. σῶμα κατὰ τὰς ἐγρηγόρσεις. εἰ τοίνυν τοῖς κεκενωμένοις
9. ἔσω μὲν συννεύει τὸ θερμὸν, οὐδὲν δὲ ἔχον ὃ πέψῃ μαραίνεται.
10. πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆς τροφῆς αὐτὸ
11. τρέφεται, καθάπερ τὸ πῦρ ὑπὸ τῶν ξύλων, ἀσφαλῶς δὲ
12. προσέθηκε τὸ πολύς. ὁ γὰρ ὀλίγος ἰᾶται τὸν προγεγονότα
13. κάματον, ἡνίκα ὁ ἄνθρωπος ἐκκενῷ διὰ τῆς γαστρός. εἶτ’
14. εἰ καθ’ ἧπαρ καὶ τὰς πρώτας φλέβας εἴη τι χυμῶν ἀπέπτων
15. ὑπολειπόμενον, ἐκπέπτει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ
16. δεύτερον μέρος τῆς ῥήσεως οὐδὲν ἔχει ἰσχυρὸν κατὰ τὴν
17. λέξιν ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται
18. τὴν λέξιν, ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ 
1. τοῦ τῶν Ἑλλήνων ἔθους ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆσθαι
2. κατὰ τήνδε τὴν λέξιν αὐτὸ, ἐπισπασμὸς γίνεται,
3. διότι ξηρὸν καῦμα κατὰ τὴν πνεύμονος κρᾶσιν ἐστὶν,
4. ἐπισπασμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν εἰσπνοήν. ὁ δὲ
5. Κόϊντος οὐδ’ ὅτι ξηρὸς καὶ θερμός ἐστιν ὁ πνεύμων, διὰ
6. τοῦτο ἔφη γίνεσθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοὴν,
7. ἀλλὰ διὰ τοῦ τοιαύτην ξηραίνεσθαί τε καὶ θερμαίνεσθαι τὸν
8. πνεύμονα. τὸν γὰρ ἐπισπασμὸν οὐχ ἁπλῶς ἀναπνοὴν ἅπασαν,
9. ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν.
10. ὅτι δὲ ὑπὸ τῆς πυκνῆς ὁ πνεύμων καταξηραίνεται
11. κᾀν τῷ περὶ διαίτης ὀξέων ὑπ’ αὐτοῦ λέλεκται.

Cliquer un n° de page pour en afficher l’image