14. Ψυχρότατον βρῶμα, φακοὶ, κέγχροι, κολοκύνθαι.
16. Κέγχροι καὶ κολοκύνθαι ψυχρὰ βρώματα σαφῶς εἰσιν,
17. εἰ καὶ μὴ ψυχρότατα. φακὴν δὲ οὐκ ἂν ὁμολογήσαιμι ψυχρὸν
18. εἶναι βρῶμα. φαίνεται γὰρ σαφῶς ὥσπερ αἱ κολοκύνθαι
1. καὶ σὺν αὐταῖς ἀτράφαξίς τε καὶ βλίτα καὶ θριδακίνη
2. καὶ χονδρίλη καὶ τῶν σιτηρῶν ἐδεσμάτων ἡ κριθὴ
3. καὶ κέγχροι ψύχοντα. κατὰ τὸν ἐναντίον δὲ τρόπον ἡ φακὴ
4. μηδεμίαν ἐνδεικνυμένη ψύξιν ἢ παραχρῆμα μετὰ τὸ
5. βρωθῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ
6. ὕστερον ἐν τοῖς λεπτοῖς ἐντέροις ἢ παχέσι γενομένη. τάχα
7. δ’ ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν στύφοντα χυμὸν ἐδείξαμεν
8. ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τὴν φακὴν
9. οἰήσεται ψύχειν, ἐπιλελησμένος ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν
10. εἰρημένον, ὡς ἕκαστον τῶν τοιούτων, ἁπλοῦν μὲν φαίνεται
11. καὶ λέγεται, παραβαλλόμενον τοῖς ὑφ’ ἡμῶν ἐκ συνθέσεως
12. κατασκευαζομένοις, οὐ μὴν ἀκριβῶς γε ἁπλοῦν ἐστιν. ἐδείχθη
13. γοῦν καὶ ἡ φακὴ κατὰ τὸ πρῶτον γράμμα περὶ τῶν ἐν
14. ταῖς τροφαῖς δυνάμεων, ἐξ ἐναντίων οὐσιῶν συγκειμένη τῆς
15. μὲν ἐπεχούσης τὰ κατὰ τὴν γαστέρα, τῆς δὲ εἰς ἀπόκρισιν
16. αὐτὴν ἐπεγειρούσης. τούτων οὖν ἡ μὲν ἐπέχουσα ψυχρὰ
17. καὶ γεώδης ἐστὶν, ἡ δ’ ἐπεγείρουσα θερμή. καὶ διὰ τοῦτο
1. ξηραντικὸν μὲν ἔδεσμα φακὴ, ψυχρὸν δ’ οὐδαμῶς ὥσπερ
2. οὐδὲ θερμὸν, ἀλλ’ ἐξ ἀμφοῖν μικτὸν καὶ μέσον, εἰ καὶ βραχύ
3. τι πρὸς τὸ θερμότερον ἀποκεχωρηκὸς ἀπὸ τοῦ μέσου. ὁπότ’
4. οὖν οὐδὲ ψυχρὸν ἁπλῶς συνχωρήσειεν ἄν τις εἶναι τὴν φακὴν,
5. ἦ πού γε ψυχρότατον ὑπερβολικῶς. καὶ μέντοι καὶ καταπλαττομένη
6. τοῖς φλεγμαίνουσιν ἕλκεσι φακὴ φαίνεται μὲν
7. ἀναστέλλουσα καὶ ἀποκρουομένη τοὺς ἐπιῤῥέοντας χυμοὺς
8. τῷ πεπονθότι μέρει, τῷ σύφειν δηλονότι ποιοῦσα. φαίνεται
9. δὲ καὶ πεπτικὸν ἔχειν τὸ καὶ πυοποιὸν, ὅπερ ἥκιστα
10. τοῖς ψυχροῖς ὑπάρχει. εἴτ’ οὖν αὐτὸς ὁ Ἱπποκράτης οὕτως
11. ἔγραψεν, εἴτε τις ἄλλος ἐστὶν ὁ παρεγγράψας τήνδε
12. τὴν ῥῆσιν, οὐκ ὀρθῶς ἐγίνωσκε περὶ φακῶν δυνάμεως.