15. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ.
17. Ἐμάθομεν γὰρ ἐν τοῖς πόνοις, τουτέστιν ἐν τοῖς γυμνασίοις,
18. τὴν θερμασίαν πλείονα γινομένην, ἐκ τοῦ βάθους
1. ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺς χυμούς. ὅταν οὖν
2. οὗτοι φθάνωσιν ἠθροῖσθαι κατὰ τὸ σῶμα μοχθηροὶ, διαβιβρώσκουσι
3. τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶσιν ἕλκη
4. καθάπερ ὅταν παχεῖς καὶ κολλώδεις ὦσιν, ἐμφράττουσιν
5. ἧπαρ τε καὶ νεφρούς. κατὰ δὲ τὸ δέρμα τὰ μετ’ ὄγκου
6. ἐργάζεται παθήματα.