9. Γυνὴ, αἲξ ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, παιδίοισι
10. κάθαρσις.
12. Οὐκ ἐλατήριον μόνον ὅπερ ἐστὶ σικύου ἀγρίου χυλὸς,
13. ὥσπερ δὲ οὐδὲ σίκυον μόνον αἱ προσενεγκάμεναι καθαρτικὸν
14. ἴσχουσι τὸ γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν
15. ἄλλο τι ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν
16. μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν αἶγα τὸν σίκυον
17. αὐτὸν, εἴτε δὲ ἀμφότερα βεβρωκυίας, καθαίρειν τὰ παιδία
1. τῷ γάλακτί φησιν, οὐδὲν διαφέρει, καθάπερ οὐδ’ εἰ βεβρωκυῖα
2. γράψει τις ἢ φαγοῦσα. χρήσιμος δ’ ὁ λόγος εἴς τε
3. χρείαν ἰατρικὴν καὶ δόγμα φυσικόν. ὅταν γὰρ βουληθῶμεν
4. ὑποκαθᾶραι βρέφη, διδόντες τι τῶν τοιούτων φαγεῖν,
5. ἤτοι τῇ θηλαζούσῃ μητρὶ τὸ παιδίον ἢ αἰγὶ, δι’ ἐκείνων
6. αὐτὸ καθαιροῦμεν, εἴς τε δόγματος ἐπίκρισιν διαπεφωνημένου
7. χρήσιμον τοῦτο. τινὲς δ’ ἡγοῦνται μηδεμίαν δύναμιν
8. ἔχειν τῶν ἐν ταῖς τροφαῖς ἐξ ἀρχῆς οὐσῶν διαφυλάττεσθαι
9. μετὰ τὸ πεφθῆναι καὶ αἱματωθῆναι, τινὲς δὲ διαμένειν
10. ἄχρι πολλοῦ τὰς ἰσχυρὰς δυνάμεις, ὥστε καὶ τοὺς
11. ἱδρῶτας αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται.
12. φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη ἐδηδεσμένων
13. ἡ δύναμις. ἀλλὰ καὶ παρ’ ἡμῖν κατὰ τὸ ἔαρ ὅταν
14. τῆς σκαμμωνίας τὰ βλαστήματα φάγωσιν αἶγες, καθαρτικὸν
15. αὐταῖς γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προσενέγκωνται,
16. ταὐτὸ συμβαίνει. καὶ μέντοι καὶ περὶ τὴν Δωρίδα
17. καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅσα τ’ αὐτῇ γειτνιᾷ χωρία
18. τάσεσι τῶν μυῶν ἑάλωσαν πολλοὶ φαγόντες ὄρτυγας,
1. ἐπειδὴ τὸν ἐλλέβορον ἐσθίουσιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ
2. κατὰ τὰς Ἀθήνας οἶδά τισι συμβὰν ὀρτύγων δαψιλέστερον
3. ἐδηδοκόσι.