Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.36, ed. Kühn, 1828, vol. 17b, p. 307-309. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.36


6. Ἐνθέρμῳ βρωθὲν, ἔνδοθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ,
7. πυρὶ, ἐσθῆτι, ἐν ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ ὡς
8. ἐναντίως.

10. Τῷ ἐνθέρμῳ φύσει ψύξιν φησὶ καὶ ποτὸν ὕδωρ συμφέρειν
11. καὶ πρὸς τούτοις ἐλινύειν, ὅπερ ἐστὶν ἀπέχεσθαι
12. σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς
13. τινες ἐξηγοῦνται; πῶς δ’ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι;
14. λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις,
15. ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς
16. κράσεσι συμβαίνει γεννᾷν, ὑγρότητι δὲ ψυχούσῃ τὰ
17. στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τούτοις
1. ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δ’ οὖν ἐν τοῖς
2. ἀφορισμοῖς ὧδε· κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου
3. τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν
4. ἄριστα διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ
5. θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες,
6. τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν.
7. εἴπερ οὖν ἡ θερμὴ ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ
8. θέρους ἄμεινον, οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας
9. θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτὸν, ἀλλὰ
10. καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως
11. εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον,
12. ἤτοι κράσει ἢ φύσει ἢ σώματι ἢ ἀνθρώπῳ, ὃ
13. διὰ τῆς ἀντιθέσεως ἐγνώσθη, σώματι καὶ ἀνθρώπῳ λελεγμένον
14. μᾶλλον ἢ κράσει καὶ φύσει. πάντως γὰρ ἂν εἶπε,
15. τῇ δ’ ἐναντίᾳ τἀναντία, τὸ τοῦ θήλεος γένους ἄρθρον,
16. τὸ τῇ προτάξας τοῦ τοῖς ἀῤῥέσιν. γένοιτ’ ἂν οὖν
17. ὁ σύμπας λόγος τοιοῦτος· τῇ πολυθέρμῳ σώματι, διὰ μὲν
18. τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψύξις οἰκεία,
1. βλαβερὰ δ’ ἡ ἔξωθεν θερμασία δι’ ἡλίου καὶ πυρὸς καί
2. ὥρας θερινῆς καὶ ἱματίων, ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία
3. δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, ὁποῖα τῶν
4. βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δ’ ὅτι
5. τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ
6. λόγοις, ἔνθα μὴ προστίθεμεν ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων
7. ἢ θειωδῶν ἢ στυπτηριωδῶν, ἐκεῖνα μὲν γὰρ ξηραίνει
8. τε καὶ θερμαίνει, οὐ ψύχει, τῷ δ’ ἐναντίῳ φύσει σώματι
9. τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν
10. ὠφελούντων τὰ ὠφελήσαντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα,
11. τὰ μὲν ὥσθ’ αἱρεῖσθαι, τὰ δὲ ὥστε φυγεῖν. εἰ
12. γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε
13. ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει
14. θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις
15. ἔλεγεν ὑφ’ ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς
16. ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφελήσεσθαι, διὰ δὲ
17. τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ.

Cliquer un n° de page pour en afficher l’image