Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.4, ed. Kühn, 1828, vol. 17b, p. 241-246. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.4


16. Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης
17. τροφῆς καὶ πνοῆς καὶ τοῖσι θήλεσι, τούτοισι καὶ
18. κατὰ τὸ ἄλλο σῶμα ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ καὶ
19. ὅσα τοιαῦτα.

1. Γράφουσι μὲν καὶ ταύτην τὴν λέξιν ἄλλοι ἄλλως, ἀλλ’
2. ἐγὼ καὶ νῦν τὴν τοῖς πλείστοις ὁμολογουμένην γραφὴν, ὅλῃ
3. τε τῇ κατὰ τὴν ῥῆσιν διανοίᾳ συμφωνοῦσαν, ἔν τε τοῖς
4. ἀκριβέσι τῶν παλαιῶν ἀντιγράφων εὑρισκομένην εἱλόμην.
5. ἔστι δ’ ὁ νοῦς αὐτῆς τοιοῦτος, ὥσπερ ἐπὶ τῶν προειρημένων
6. συμπτωμάτων ἔργα φύσεως αὐτοδιδάκτου διῆλθεν ἐπὶ
7. σωτηρίᾳ τοῦ ζώου γενόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ
8. νῦν οὔρου καὶ ἀφόδου καὶ φύσης διττῆς ἐμνημόνευσε καὶ
9. τροφῆς καὶ διαπνοῆς καὶ τῶν τοῖς θήλεσι ζώοις ὑπαρχόντων
10. μόνοις, εἶτ’ ἐφεξῆς ἱδρώτων τε καὶ κνησμῶν καὶ σκορδονισμῶν.
11. ἥ τε γὰρ δι’ οὔρων διάκρισις ἐὰν ἀναμνησθῇς
12. ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι πρόνοιαν εἰς τὰ
13. ζῶα, τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν
14. οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν,
15. ἔτι τε ἐπιθεμάτων, ἃ τοῖς εἰς τὴν κύστιν ἐμφυομένοις
16. στόμασιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸς, ὃς ἀνάλογον τῷ
17. κατὰ τὴν ἕδραν σφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ τῆς
18. κύστεως, ἐπὶ τούτοις τε τῶν ἄλλων ὅσα μικρότερα μέν ἐστι
1. τούτων καὶ ἧττον θαυμαστὰ, τοσαύτην δ’ ἔχοντα χρείαν
2. εἰς τοὔργον, ὥστε εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο,
3. μοχθηρῶς ἂν ἢ οὐδ’ ὅλως ἐγένετο τὰ περὶ τὴν
4. τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν. ὡσαύτως δὲ καὶ τὰ
5. κατὰ τὴν ἄφοδον, ὅπερ ἐστὶν ἀπόκρισιν τῶν περιττῶν τῆς
6. τροφῆς, παρεσκευασμένα τῇ φύσει κατὰ τὴν τῶν τροφίμων
7. ὀργάνων κατασκευὴν, ἐνδείκνυται τὴν εἰς τὰ ζῶα πρόνοιάν
8. τε καὶ σοφίαν αὐτῆς, ἃ σύμπαντ’ ἔχεις ἐν τοῖς περὶ χρείας
9. μορίων εἰρημένα. νυνὶ δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνήσκειν
10. μόνον. ἔνιοι μὲν οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆς προκειμένης
11. ῥήσεως γεγραμμένων ἀναγνόντες αὐτὸ καθ’ ἑαυτὸ
12. μόνον οὔρων, αὐτὸν ἐνταῦθα καὶ ἀποπαθημάτων μνημονεύειν
13. φασίν. ἔνιοι δὲ συνάψαντες ἀμφότερα τὴν ἄφοδον τῶν
14. οὔρων, ὅπερ ἐστὶ τὴν κένωσιν, ἐκ τῆς λέξεως δηλοῦσθαί
15. φασιν, ὡς εἰ καὶ οὔρου ἔκκρισιν εἶπεν. οὗτοι τοίνυν ἐν
16. ἀρχῇ τῆς ῥήσεως ἔγραψαν κόπρου καὶ οὔρου ἄφοδος, ὡς εἰ
17. καὶ οὕτως εἴρητο, κόπρου καὶ οὔρου κένωσις, ὥσπερ δὲ
1. τῆς τροφῆς περιττώματα θαυμαστὴν οἴκονομίαν ἔχει κατὰ
2. τὴν διάκρισιν, οὕτω καὶ περὶ τὴν τῆς φύσης ἀπόκρισιν
3. ἑκατέρας, τῆς τε κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τῆς
4. διὰ τοῦ στομάχου γινομένης, ἣν ἐρυγὴν ὀνομάζουσιν, ἥτις
5. φύσεως ἐμφαίνεταί τις πρόνοια πρὸς ἔκκρισιν ἑκατέρας
6. τῆς φύσης ὁρμώντων τῶν ὀργάνων ἐν οἷς ἀθροίζονται.
7. φαίνονται ἐκκρινόμεναι, κἂν ὑπνοῦντες τύχωσιν οἱ ἔχοντες
8. αὐτὰς, κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ
9. κάρῳ καὶ παραφροσύνῃ καὶ βαθεῖ κώματι. παραπλησίως
10. δ’ ἂν εὕροις τέχνην τῆς φύσεως, εἰ μάθοις ὅσα περὶ τε
11. τὴν τῆς τροφῆς οἰκονομίαν καὶ τοῦ πνεύματος ἐργάζεται καὶ
12. τούτων ἔτι μᾶλλον θαυμάσεις, εἰ γνοίης ὅσα τοῖς
13. θήλεσιν ἕνεκα τῆς κυήσεως ἐτεχνήσατο. παραπλήσια δὲ
14. αὐτοῖς ἐστὶ καὶ τὰ καθ’ ὅλον τὸ σῶμα, περί τε τὴν τῶν
15. ἱδρώτων ἔκκρισιν καὶ κνησμοὺς καὶ σκορδονισμούς. ὀνομάζουσιν
16. μὲν οὖν κνησμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε
17. καὶ κίνησιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ
18. ζῶα φύσει καὶ τούτου πᾶσιν ὑπάρχοντος αὐτοῖς. ἐθεάσασθε
1. οὖν καὶ πρώην, ἡνίκα τὴν αἶγα ζῶσαν ἀνετέμνομεν ἐγκύμονα
2. οὖσαν, τὸ καταδεδεμένης αὐτῆς ἐξαιρεθὲν ἔμβρυον,
3. ὅπως ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων
4. ποδῶν βαδίζειν ἐπεχείρησεν, οὐδενὸς αὐτὸ διδάξαντος ἕνεκα
5. βαδίσεως ὑποτεθεῖσθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕστερον
6. ἀποσεισάμενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν
7. κατὰ τοῦ δέρματος ὑγρότητα, καὶ μετ’ ὀλίγον αὖθις ἑνὶ τῶν
8. ποδῶν τὰς πλευρὰς κνησάμενον, ἐφ’ ᾧ καὶ πάντες οἱ παρόντες
9. ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴασιν εὗρεν αὐτὸ τοῦ
10. συμπτώματος ἄνευ τοῦ διδαχθῆναι, δεύτερον δὲ ὅτι διὰ
11. τοῦδε τοῦ μορίου δύναται μόνου γενέσθαι, καὶ τρίτον ὅτι
12. κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ σκορδονισμὸς τοιοῦτον μέν
13. ἐστι σύμπτωμα κατὰ πάντας οἶμαι τοὺς μῦς, οἷόν περ ἐπὶ
14. τῆς χάσμης γίνεται μόνοις τοῖς περὶ τὴν κάτω γένυν,
15. ἐδείχθη δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, εἴ τί
16. γε μέμνησθε, καὶ τοῦτο κενώσεως ἕνεκα τῶν ἐν τοῖς μυσὶν
17. ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆς φύσεως γινόμενον.
18. ὁρᾶται δὲ ἀδιδάκτως αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῶα
1. ποιοῦντα. ταῦτ’ οὖν ἅπαντα καὶ ὅσα σὺν αὐτοῖς εἴπομεν,
2. ὥσπερ καὶ τὸ ἀποσείσασθαι τὴν ὑγρότητα, μικρὸν ἔμπροσθεν
3. ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαστήν
4. τινα τῆς φύσεως ἐνδείκνυται πρόνοιαν εἰς τὰ ζῶα,
5. καθ’ ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοσοῦντα θεραπεύεται.

Cliquer un n° de page pour en afficher l’image