8. Ἀνθρώπου ψυχὴ ἀεὶ φύεται ἄχρι θανάτου. ἢν δ’ ἐκπυρωθῇ
9. ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.
11. Μαντείας δεῖ μᾶλλον ἤ τινος μεθόδου, καθ’ ἥν εὑρήσει
12. τις ὅ τί ποτε σημαίνειν βουληθεὶς ἔγραψε τὸ φύεται.
13. δύναται μὲν γὰρ ἀκούεσθαι καὶ τὸ γεννᾶται, καθάπερ ὁ
14. Ἀσκληπιάδης ὕστερον ὑπέλαβε, δύναται δὲ καὶ τὸ αὐξάνεται,
15. δύναται δ’ ὥσπερ τινὲς ἤκουσαν, ἀντὶ τοῦ διασώζεται,
16. τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν. ὅσοι γὰρ οἴονται
17. τὴν ψυχὴν εἶναι πνεῦμα, διασώζεσθαι λέγουσιν αὐτὴν
1. ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν
2. ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἴσω τοῦ σώματος,
3. οὐκ ἄδηλον δ’ ἐστὶ καὶ ὡς οὐδὲν ὧν εἶπον ἀποφήνασθαι
4. δυνατὸν ἡμῖν ἐστι διατεινομένοις, ὡς ἀληθὲς εἴη,
5. μὴ πρότερον οὐσίαν ψυχῆς ἀκριβῶς ἐξευροῦσιν. εἰ μὲν οὖν
6. ὥσπερ ἐν τῷ περὶ ἑβδομάδων ὁ γράψας τὸ βιβλίον ἐκεῖνο
7. σαφῶς ἀπεφήνατο περὶ ψυχῆς οὐσίας, οὕτως καὶ κατ’ ἄλλο
8. τι τῶν ὁμολογουμένων γνησίων Ἱπποκράτους συγγραμμάτων
9. ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύεται ῥήματος.
10. ἐπεὶ δ’ οὐδαμόθι τῶν γνησίων βιβλίων Ἱπποκράτης
11. ἀπεφήνατο σαφῶς, ὅ τί ποτε σημαίνει τὸ φύεται
12. ῥῆμα. πρὸς δὲ τὸ τοῦτ’ ἀγνοεῖν οὐδ’ αὐτὸς ἐμαυτὸν
13. πέπεικα ψυχῆς οὐσίαν ἐπίστασθαι βεβαίως. ὅτι μὲν γὰρ ὁ
14. ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’ ὁρμὴν ἡγεμών
15. ἐστι τοῖς τοῦ ζώου μορίοις ἅπασιν, ἐν τοῖς περὶ τῶν
16. Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδειγμαι. πέπεισμαι
17. καὶ πρός γε τούτῳ τὸ κατὰ τὰς κοιλίας αὐτοῦ
1. πνεῦμα πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν,
2. ὅπερ ἦν μοι προπετέστερον ἀποφηναμένῳ ψυχῆς οὐσίαν εἰπεῖν.
3. εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύσις ἐκ τῆς τῶν τεττάρων
4. στοιχείων κράσεως εἰς τοιαύτην οὐσίαν ἦλθεν, ἢ ἰδιότητος,
5. καθ’ ἣν αἰσθήσεώς τε καὶ κνήσεως τῆς καθ’ ὁρμὴν
6. ἀρχηγὸς ἔσται τῷ ζώῳ καὶ δηλονότι καὶ μνήμης τε καὶ νοήσεως,
7. εἴτε τις ἄλλη δύναμις ἀσώματος ὑπὸ τοῦ δημιουργήσαντος
8. ἡμᾶς ἐντέθειταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν
9. ἀποθνησκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ
10. καὶ τοὺς ἀποφηναμένους τι τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ
11. προπετείᾳ μᾶλλον ἢ σοφίᾳ, καὶ μέντοι καὶ περιττὸν εἶναι
12. νομίζω τοῖς ἰατροῖς ἐπίστασθαι ψυχῆς οὐσίαν. ἀρκεῖ γὰρ
13. γινώσκεσθαι τοῖς τὴν ἰατρικὴν τέχνην λογικῶς μεταχειριζομένοις
14. ὡς ἡ κατὰ φύσιν κρᾶσις αὐτοῦ τοῦ ἐγκεφάλου καὶ
15. κατὰ τὰς κοιλίας αὐτοῦ πνεύματος ἄχρι περ ἂν διασώζηται,
16. ζῆν δυνάμενον τὸ ζῶον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰς κοιλίας
17. πνεῦμα διαφθαρῇ παντάπασιν ἢ τῆς κατὰ φύσιν κράσεως
1. ἐπὶ πλεῖστον ἐκτραπῇ, μετὰ τῆς κατὰ τὸν ἐγκέφαλον
2. ἀκολουθῆσαι. ταῦτα γὰρ γινώσκων ὁ ἰατρὸς τῆς τ’ εὐκράσεως
3. καὶ τῆς ὑπάρξεως προνοήσεται ἀεὶ κατὰ τὰς εἰρημένας
4. μεθόδους ὑφ’ ἡμῶν, ἔν τε τοῖς ὑγιεινοῖς καὶ τοῖς θεραπευτικοῖς
5. ὑπομνήμασι, ἃς ἔδειξα πάσας Ἱπποκράτην πρῶτον
6. εἰρηκότα. διὰ τοῦτ’ οὖν οὐδὲ γνησίαν νομίζω τὴν
7. προκειμένην ῥῆσιν εἶναι, παρεγγεγράφθαι δ’ ὑπό τινος
8. ὥσπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἴσως δὲ καὶ τὸν υἱὸν αὐτοῦ
9. Θεσσαλὸν ἀθροῖσαί φασι τὰς ὑπογραφὰς τοῦ πατρὸς εὑρόντα
10. γεγραμμένας ἐν χάρταις τε καὶ διφθέραις καὶ δέλτοις, καὶ
11. τοιαύτας τινὰς παρεντεθεικέναι ῥήσεις. τῶν μέντοι γραψάντων
12. ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲς ἀντὶ
13. τοῦ βελτίων γίνεται τὸ φύεταί φασιν εἰρῆσθαι. γίνεσθαι
14. δ’ αὐτὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουσι τοῖς προνοουμένοις
15. ἐπιστήμης τε καὶ σοφίας, ἀλλ’ οὔτε ἰατρικὸς ὁ λόγος
16. οὔθ’ ὁμολογῶν τοῖς ἐπιφερομένοις. ὅτι γὰρ ἐπὶ τῆς οὐσίας
17. αὐτῆς εἴρηται τὸ φύεται δῆλον ἐκ τοῦ φάναι· ἢν δ’ ἐκπυρωθῇ,
1. ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ τὸ σῶμα φέρβεται. καὶ
2. δόξειε δ’ ἂν ἐκδείκνυσθαι τὸ ἐκπυρωθῇ ῥῆμα τὴν οὐσίαν
3. τῆς ψυχῆς ἡγεῖσθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι
4. θερμὸν, ὃ καὶ τῶν φυσικῶν ἔργων αἰτιᾶται πολλαχόθι. μέγιστα
5. δ’ ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖς
6. τοῖς φιλοσόφοις. ἔνιοι μὲν ἡγοῦνται οὐσίαν εἶναι ψυχῆς
7. τε καὶ φύσεως, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν
8. ὕπαρξιν αὐτῶν, οἱ δ’ ἐν τῇ τοῦ σώματος ἰδιότητι. τινὲς
9. δὲ οὐ μίαν, ἀλλ’ ἰδίαν ἑκατέρᾳ τὴν οὐσίαν εἶναί φασι καὶ
10. οὐ σμικρῷ δέ τινι διαφερούσας, ἀλλ’ ὅλῳ τῷ γένει, ὅπου
11. γε καὶ τὴν μὲν τῆς φύσεως φθαρτὴν εἶναι ἡγοῦνται, τὴν
12. δὲ τῆς ψυχῆς ἄφθαρτον. Ἀριστοτέλης μὲν οὖν καὶ Πλάτων
13. ὑπὸ μίαν προσηγορίαν ἀμφοτέρας ἄγουσι τὰς
14. δυνάμεις, οὐ μόνον ᾗ λογιζόμεθα καὶ μεμνήμεθα ψυχὴν
15. καλοῦντες, ἀλλὰ καὶ τὴν ἐν τοῖς φυτοῖς, ᾗ τρέφεταί τε καὶ
16. αὔξεται καὶ διασώζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ ξηρανθῇ.
17. τοῖς Στωικοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν,
1. ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῶα, τὴν οὐσίαν
2. ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν
3. ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ
4. τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τῆς φύσεως εἶναι, δεῖσθαι δ’
5. ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος.
6. καὶ ὅσοι γε τοῦ δόγματος τούτου νομίζουσιν ἡγεμόνα τὸν
7. Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ περὶ ἑβδομάδων εἴρηται,
8. τὸ φύεσθαι λέγουσιν εἰρῆσθαι κατὰ τῆς γινομένης
9. ἐν αὐτοῖς προσθέσεως ἐξ ἀμφοτέρων τῶν οὐσιῶν, τῆς τε
10. τροφῆς καὶ τοῦ ἀέρος ὡς ἐναργῶς φαίνεται, κατὰ τὴν ἑκατέρου
11. χρείαν ἐπιστάμεθα. δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ
12. τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν, ἡ δὲ
13. τῶν σιτίων προσφορὰ τὸ διαῤῥέον τῆς σωματικῆς οὐσίας
14. ἀναπληροῦν, καὶ εἴπερ εἶδός τι τοῦ σώματός ἐστιν ἡ ψυχὴ,
15. προσηκόντως ἂν λέγοιτο φύεσθαι μέχρι τοῦ θανάτου. εἰ δέ
16. ἐστιν ἑτέρα τις αὐτῆς οὐσία τῆς φύσεως, ἣν Ἀριστοτέλης
17. μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲς
18. ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲς δὲ ἐπὶ τῆς διανοητικῆς
1. ψυχῆς. ὅτι μέντοι τὸ ἔμφυτον θερμὸν, ᾧ μάλιστα ἀναφέρει
2. τὰ σωματικὰ τῶν ἔργων ὁ Ἱπποκράτης, ἐκπυρωθὲν οὐ
3. μόνον οὐκ ἔστι δυνάμενον τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν,
4. οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει
5. τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐστι τῷ
6. λόγῳ σκοπουμένοις ἡμῖν καὶ τὰς ὑπὸ τῶν διακαῶν πυρετῶν
7. συντήξεις τοῦ σώματος ἐναργῶς ὁρῶσι. περιλελειμμένης δὲ
8. κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆς τρίτης ψυχῆς ἢ δυνάμεως
9. ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν, ἣν ὁ Πλάτων
10. ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτης ἄμεινόν ἐστιν εἰπεῖν ἕνεκα
11. τοῦ μηδὲν ἔτι ὑπολείπεσθαι κατὰ τὸν περὶ ψυχῆς λόγον.
12. θερμασία μέν τις ἔμφυτος ἐν ἥπατι περιέχεται, καθ’ ἣν
13. αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ, κατὰ τὴν
14. καρδίαν εἰς θυμοῦ γένεσιν ἡμῖν δοθεῖσα. καὶ γὰρ χρεία
15. τούτου τὶς ἐστιν, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
16. Πλάτωνος δογμάτων ἐπιδέδεικται. δεῖται μὲν αὐτὴ ἡ θερμασία
17. τῆς τροφῆς, ἡ δ’ ἑτέρα τῆς ἀναπνοῆς. οὕτω γὰρ
18. ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τὴν διὰ τῶν ἀρτηριῶν
1. γινομένην καθ’ ὅλον τὸ σῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουσῶν
2. αἰθαλῶδες περίττωμα κατὰ τὴν συστολὴν, ἑλκουσῶν δὲ
3. τὸν πέριξ ἀέρα κατὰ τὴν διαστολήν.