Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.6, ed. Kühn, 1828, vol. 17b, p. 253-256. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.6


6. Νοῦσοι ξύντροφοι ἐν γήραϊ λείπουσι καὶ διὰ πεπασμόν
7. καὶ λύσιν καὶ ἀραίωσιν.

9. Οὐ περὶ πασῶν ὁ λόγος αὐτῷ νῦν τῶν συντρόφων νόσων.
10. ὀνομάζουσι δ’ οὕτως τὰς ἐκ πολλοῦ χρόνου κατὰ τὸ
11. σῶμα τῶν ἀνθρώπων διαμενούσας. οὔτε γὰρ φαίνεται τοῦτο
12. γινόμενον οὔτε αὐτὸς ἀγνοεῖ σαφῶς ἐν ἀφορισμοῖς εἰπών·
13. οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν
14. ἧσσον, ὅσα δὲ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ
15. συναποθνήσκει. προσθεὶς δ’ ἐν αὐτῷ τῷ λόγῳ τὸ τὰ πολλὰ
16. καὶ μὴ καθόλου ποιησάμενος τὴν ἀπόφασιν, ὡς ὅσα χρόνια
17. νοσήματα γίνεται [τὰ πολλὰ] συναποθνήσκει, δῆλός ἐστιν
1. εἰδὼς ἔνια λυόμενα πρὸ τοῦ θανάτου. τίνα τοίνυν ἐστὶ
2. ταῦτα, καθάπερ γε καὶ τίνα τὰ μὴ λυόμενα πρὸ τοῦ θανάτου,
3. διὰ τῶν ἀφορισμῶν αὐτὸς ἐνεδείξατο γράφων ὧδε·
4. βράγχοι καὶ κόρυζαι τοῖς σφόδρα πρεσβυτέροισιν οὐ πεπαίνονται.
5. ψυχρῶν οὖν ἐνταῦθα μνημονεύσας δῆλός ἐστιν ἔνια
6. τῶν θερμῶν συγχωρῶν λυθῆναι δύνασθαι κατὰ τὴν τῶν
7. πρεσβυτέρων ἡλικίαν, εἴ γε τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν
8. ἰάματα. σπάνια γάρ ἐστι ταῦτα καὶ τάς γε κεφαλαίας τὰς
9. θερμὰς, ἑτεροκρανίας τε καὶ νεφρίτιδας τὰς τοιαύτας, ἔτι
10. τε ἀρθρίτιδας, ὅσαι πάνυ θερμὴν ἔχουσι τὴν διάθεσιν.
11. οὗτος μὲν οὖν ἐκ τῆς τοῦ γήρως κράσεως γινόμενος ὁ τρόπος
12. τῆς λύσεως ἐν τῷ μέρει τῶν πεπασμῶν ἐστι, δηλοῦντος
13. τοῦ πεπασμοῦ πᾶσαν ἀγωγὴν εἰς τὴν σύμμετρον
14. κρᾶσιν, ὡς ἐπὶ τῶν πεπαινομένων ἐδείχθη καρπῶν. ἑτέρους
15. δὲ δύο τρόπους προστίθησιν ἔτι σπανιωτέρους τοῦ πεπασμοῦ,
16. τόν τε κατὰ τὴν ἀραίωσιν καὶ τὸν ἀμφιβόλως εἰρημένον,
17. εἴτε κατὰ τὴν διάλυσιν εἴτε κατὰ λύσιν ἀκοῦσαι χρή
18. γίνεται δὲ οὗτος ἐξ αὐτῆς τῆς σωματικῆς οὐσίας κοινῆς
1. ἅπασιν οὔσης, μὴ ὅτι τοῖς ἐμψύχοις, ἀλλὰ καὶ τοῖς ἀψύχοις.
2. ἀποῤῥεῖ μὲν γάρ τι πάντως αὐτῶν, ἀλλὰ πλεῖστον
3. μὲν τῶν μαλακωτέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτως
4. γοῦν ἔνιοι τῶν παρὰ φύσιν ὄγκων λύονται, διαφορουμένης
5. τῆς οὐσίας αὐτῶν κατὰ βραχὺ χρόνῳ πλείονι, καὶ γίνεται
6. τοῦτο τοῖς καλῶς διαιτωμένοις, ὡς ὅσοι γε πληρωτικῇ
7. διαίτῃ χρῶνται, τὴν ἐπιῤῥοὴν τοῖς πεπονθόσι μέρεσιν ἴσην
8. τῇ διαφερομένῃ ποιούμενοι φυλάττουσι τὰ πάθη. τρίτον
9. δὲ τρόπον εἴρηκε λύσεως τὴν ἀραίωσιν τοῦ σώματος, ὑπὸ
10. μὲν τῶν ἰατρῶν ἐκ προνοίας γινομένην, ὑπὸ δὲ τῆς γεροντικῆς
11. ἡλικίας σπανίως, ὅταν ἀσθενεστέρας γινομένης τῆς
12. δυνάμεως ἰσχνοτέρας τε τῆς ἕξεως, ἀτροφωτέρου δὲ καὶ
13. τοῦ δέρματος ἀραιωθῶσιν οἱ πόροι. ἡμεῖς μὲν οὖν οὕτως
14. ἐξηγούμεθα τὴν ῥῆσιν, ἀεὶ πειρώμενοι τοῖς ἀπὸ τῶν ἀῤῥώστων
15. ὁρωμένοις ὁμολογούσας ἐπιδεικνύναι τὰς λέξεις αὐτοῦ,
16. τῶν δ’ ἐξηγητῶν οἱ πλεῖστοι πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν,
17. οἵ γε καὶ νῦν ὡς ἐπὶ πάντων τῶν νοσημάτων εἰρημένου
18. τοῦ λόγου τὰς αἰτίας ἀποδιδόναι πειρῶνται. τούτων
1. δ’ ἀτοπώτερα λέγουσιν οἱ τὰ τοιαῦτα πάθη φάσκοντες
2. ἐν τῷ γήρᾳ λύεσθαι, τῆς ψυχῆς μὲν οὖν ὀργὰς, φιλαργυρίας,
3. δεισιδαιμονίας, τοῦ δὲ σώματος ἐρωτικὰς διαθέσεις.

Cliquer un n° de page pour en afficher l’image