Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 5.9, ed. Kühn, 1828, vol. 17b, p. 257-260. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:5.9


5. Ὀξυθυμίη ἀνασπᾷ καὶ καρδίην καὶ πνεύμονα ἐς ἑωυτὰ καὶ
6. ἐς κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρόν. ἡ δὲ εὐθυμίη
7. ἀφίησι καρδίην.

9. Ἀνιγματωδέστερον ἡ λέξις σύγκειται καὶ διὰ τοῦτο καὶ
10. γραφὰς αὐτῆς πλείονας ἐποιήσαντο καὶ ταῖς γραφαῖς οἰκείας
11. ἐξηγήσεις, ἀληθέστερον δ’ ἂν εἴποι τις, οὐ ταῖς γραφαῖς
12. τὰς ἐξηγήσεις, ἀλλὰ ταῖς ἐπινοηθείσαις ἐξηγήσεσι προσαναπεπλάκασι
13. τὰς γραφάς. εὐθὺς οὖν ἡ ἀνασπᾷ ῥῆσις τί
14. ποτε σημαίνει κατὰ τὴν λέξιν; ἀνασπᾶσθαι τὴν καρδίαν
15. καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆς ὀξυθυμίης ἐξηγησόμεθα,
16. προσκειμένου δὲ τοῦ, ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν,
1. διανοίας ἑτέρας ἔμφασις γίνεται τοιαύτης, ἡ καρδία καὶ ὁ
2. πνεύμων ἀνασπᾷ καὶ εἰς ἑαυτὰ καὶ εἰς τὴν κεφαλὴν καὶ τὰ
3. θερμὰ καὶ τὸ ὑγρὸν, ὄντος καὶ τοῦ θερμὰ πλησίον ἀδιανοήτου.
4. θερμὸν γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆσθαι μᾶλλον.
5. ἄμεινον οὖν ἐστιν ἴσως ἀπογνόντα τῆς κατὰ μέρος ἐν τῇ
6. ῥήσει λέξεως, ὡς συγκεχυμένης, ἔκφρασιν αὐτῆς μᾶλλον ἢ
7. παράφρασιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ποιήσασθαι.
8. τοῦτο δ’ ἀδύνατον γενέσθαι, μὴ κᾂν ἕν γ’ ἔτι τῶν ὀνομάτων
9. ἐξηγησαμένων ἡμῶν, ὅπερ ἐστὶ τὸ ἀνασπᾷν. δυοῖν γὰρ θάτερον
10. ἐν ταῖς ὀξυθυμίαις, ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν
11. εἰς τὴν κεφαλὴν ἀνασπᾶσθαι φάναι ἢ τὴν καρδίαν καὶ
12. τὸν πνεύμονα καὶ τὴν κεφαλὴν ἀνασπᾷν εἰς ἑαυτὰ τό τε
13. θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ
14. χωρίων, ὅθεν ἡ χορηγία τοῦ αἵματός ἐστιν, ἀνασπᾶσθαι
15. τήν τε θερμασίαν καὶ τὴν ὑγρότητα. φαίνεται οὖν ἐναργῶς
16. ἐν ταῖς ὀξυθυμίαις μείζονά τε καὶ σφοδρότερον ἡ καρδία
17. ποιουμένη τὸν σφυγμὸν ἅμα ταῖς καθ’ ὅλον τὸ ζῶον
18. ἀρτηρίαις. εὔλογον δὲ καὶ τὰ πληρώσαντα τὴν διαστολὴν
1. αὐτῆς ἕλκεσθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸς τὴν κεφαλὴν
2. ἀναφέρεσθαι τό τε ὑγρὸν καὶ τὴν θερμασίαν πλείονα σημεῖόν
3. ἐστι τὸ κατὰ τοὺς ὀφθαλμούς τε καὶ τὸ πρόσωπον
4. ὅλον ἔρευθος. ἀλλὰ καὶ εἰ ἅψαιο, θερμότερα ταῦτα φανεῖταί
5. σοι γεγονότα. προδήλως τε καὶ οἱ ὀφθαλμοὶ λάμπουσί
6. τε ἅμα καὶ προπετέστεροι δηλοῦσι γεγονέναι καὶ ἡ σύμπασα
7. κεφαλὴ θερμότερα, κατὰ δὲ τὴν εὐθυμίαν, φησὶν, ἀφίησι
8. τὴν καρδίαν, τουτέστι καταλείπει τὰ προειρημένα. χρήσιμος
9. δὲ τῶν εἰρημένων ἡ γνῶσις εἰς τὸ ποτὲ μὲν φυλάττεσθαι
10. τὴν ὀξυθυμίαν, ποτὲ δ’ αὐτὸν ἐπιτηδεύειν, φυλάττεσθαι
11. μὲν ὅταν ἡ καρδία καὶ ἡ κεφαλὴ θερμότεραι
12. τοῦ προσήκοντος ὑπάρχουσι κατὰ φυσικὴν δυσκρασίαν, ἤ τι
13. πάθος θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δ’ ἐν τοῖς πάθεσι
14. ψυχικοῖς καὶ τῇ φύσει ψυχροτέρᾳ κεφαλῇ. ὡσαύτως δὲ ἡ
15. καθ’ ὅλον τὸ σῶμα κρᾶσις, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντος,
16. ἤτοι κατὰ πάθος ἢ φύσει, βλαβήσεται μεγάλως ὑπὸ
17. τῆς ὀξυθυμίης. ἡ δ’ ἐναντία τῇδε μεγάλως ὀνήσεται. τοῦτο
18. γάρ τοι καὶ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐδείκνυμεν ὑπ’
1. αὐτοῦ δεδιδαγμένον, ἡνίκ’ ἔλεγεν, ἐπιτηδεύειν ὀξυθυμίην
2. ἐμποιέειν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ χυμάσιος.

Cliquer un n° de page pour en afficher l’image