Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 6.1, ed. Kühn, 1828, vol. 17b, p. 311-315. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:6.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ

ΣΤ. ΤΜΗΜΑ ΣΤ.


2. Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δηλοῖ ἡ αἴσθησις
3. ὡς ἔκπνουν καὶ εἴσπνουν.

5. Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ
6. ἔξωθεν. ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων
7. τε καὶ ποτῶν χυλὸν, ὑφ’ οὖ τρέφεται, ἔξωθεν δὲ οὐκέθ’
1. ὁμοίως· ἄδηλον δ’ εἴτε τροφὴν εἴτ’ ἀέρα λέγει. δυνατὸν
2. μὲν γὰρ τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας,
3. οὕτω κᾀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι. δυνατὸν
4. δὲ καὶ τὸν ἀέρα, διὰ δὲ τῶν καθηκουσῶν ἀρτηριῶν
5. εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας, ἑλκόμενον ὑπ’ αὐτῶν,
6. ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας,
7. διαπεφωνημένου δὲ τοῦ περὶ τῆς ὁλκῆς δόγματος.
8. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδ’
9. ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δ’ εἶναι μέν φασιν, ἐν ταῖς
10. σαρξὶ δ’ οὐκ εἶναι. τὸ γράφειν δ’ ἀποδείξεις ἁπάντων τῶν
11. τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι.
12. πολλάκις τε γὰρ ἀναγκασθήσεται λέγειν τὰ αὐτὰ, πλῆθός
13. τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδ’ ἀριθμηθῆναι ῥᾳδίως
14. δυνάμενον, ἀλλ’ οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι
15. πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις
16. ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθ’ ἑκάστην
17. ῥῆσιν. ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν τὸ πρᾶγμα καὶ
18. τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ
1. πολλῷ καὶ δαπανήμασί τε γραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν
2. ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν
3. ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ. προστιθέναι
4. δὲ καὶ τὰς αἰτίας, ἐνίοτε τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ κατὰ
5. τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ
6. δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δ’ ἀναμιμνήσκειν
7. ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπ’ ἐμοῦ γεγραμμένων
8. ἀποδέδεικται καθάπερ καὶ νῦν, ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον
9. χυμὸν ἐφ’ αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ
10. τῆς τροφῆς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν
11. ἀποδέδεικται. τὸ δ’ ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα
12. διά τε τοῦ περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ περὶ
13. χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν
14. χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας
15. τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. κατὰ δὲ τὸ περὶ
16. χρείας σφυγμῶν τὴν καθ’ ὅλον τὸ σῶμα μετριότητα τῆς
17. θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργον φυλάττεσθαι. ταῦτ’
18. οὖν ἐστιν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους τῆς
1. ῥήσεως ἐξήγησιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν,
2. ἐν ᾧ τὸ δηλοῖ ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν
3. οὔθ’ Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον.
4. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν αἰσθήσει
5. γράψαντες, ἵν’ ᾖ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιόνδε·
6. δῆλόν ἐστι τῇ αἰσθήσει ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ
7. σῶμα τῷ ζώῳ ὅλον, ἐπενηνέχθαι δὲ τούτοις τὸ σάρκες ὁλκοὶ
8. ἐκ κοιλίας καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον,
9. ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν, ὑπὸ τῶν ἐναργῶς φαινομένων
10. ἡμῖν διὰ τῶν αἰσθήσεων. ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα
11. θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων
12. λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας
13. ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον
14. ἔφασαν ἔχειν, ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ
15. δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ σῶμα σχεῖν ὑγρόν.
16. ὁμοίως δὲ αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν
17. ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι
18. δὲ καὶ σαφῶς ᾐσθῆναι τοῦ σώματος ἔφασκον, ἕλκοντος εἰς
1. ἑαυτοὺς κατὰ τὰς δεξαμενὰς ὕδωρ. τοιαῦτα μὲν οὖν τινα,
2. ἃ καὶ τοῖς ἰδιώταις φαίνεται, μαρτύρια τοῦ δόγματος ἐξ
3. αἰσθήσεως λαμβανόμενα. τινὰ δ’ ἐκ λογικωτέρων ἀποδείξεων
4. εὑρίσκεται τοῖς ἰατροῖς, ὧν ἐστι μία καὶ ἣν ἐφεξῆς
5. αὐτὸς εἶπεν, ἣν γνώσεσθε κατὰ τὴν ἐχομένην ῥῆσιν. εἰς
6. γὰρ τὴν προκειμένην ἀρκέσει καὶ ταῦτα, δυναμένων ἡμῶν
7. ἐκ τῶν ὀρθῶς εἰρημένων φωρᾶσαι τὰ κακῶς τοῖς ἐξηγηταῖς
8. γεγραμμένα.

Cliquer un n° de page pour en afficher l’image