11. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει
12. ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει.
14. Φλέβιον ἐνθερμότερον ἀκουστέον ἐστὶ τὴν ἀρτηρίαν,
15. ὁμολογούντων ἁπάντων τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτεια
16. βιβλία φλέβας οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν
17. ἄλλων παλαιῶν ὀνομάζεσθαι καὶ τὰς ἀρτηρίας. τοῦτ’ οὖν
1. φησι τὸ φλέβιον, τὸ τοῦ αἵματος πλήθει θερμαινόμενον,
2. ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει. καυσῶδες δὲ λέγων τὸ
3. γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λίγνυς τίς ἐστι
4. τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δ’ ὡς ἂν
5. θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει, ῥᾳδίως
6. ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν
7. ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους
8. δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν· ὅτι μὲν οὖν ἀληθές
9. ἐστι τὸ νῦν εἰρημένον ὑπ’ ἐμοῦ δόγμα δέδεικται μὲν
10. κᾀν τῷ περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ
11. περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά
12. τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῶα,
13. διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ
14. ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, ὅπως μὴ διαφορηθὲν
15. ἀπόλοιτο, καὶ μάλισθ’ ὅταν αὐξηθῇ ποτὲ καθ’ ἡντινοῦν αἰτίαν.
16. ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον
17. ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ
18. ῥιπίζεσθαι. καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν
1. κίνησιν, οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν
2. ἄγον. αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν.
3. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης, σάρκες ὁλκοὶ
4. καὶ ἔξωθεν, εἶτ’ ἐπὶ τούτῳ προσθεὶς, ὡς ἔκπνουν καὶ εἴσπνουν
5. ἐστὶ τὸ σῶμα. τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν
6. γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ σάρκες ὁλκοὶ,
7. περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ
8. ῥήσει περὶ αὐτῆς διῆλθε, ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος
9. τὸν λόγον, ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν,
10. ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε,
11. διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ
12. λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθ’ ὅταν ᾖ
13. θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην
14. ἡ φύσις ἐτεχνήσατο, τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις
15. διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθ’ ὅλον τὸ σῶμα διὰ
16. τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ
17. τῶν φλεβῶν, ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι, διὰ
18. τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν
1. ἐκθλιβόμενα. τὰ δ’ ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται
2. πρότερος οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος,
3. ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς
4. συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης
5. ῥήσεως καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ
6. γεγραμμένη φυλάττουσα τὴν ἀκολούθειαν καὶ πρὸς ταύτην
7. μὲν αὐτὴν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς.
8. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα
9. ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον
10. τὸν περὶ τοῦ σάρκες ὁλκοὶ λόγον. οὐ γὰρ ἕλκουσι μόνον
11. εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι.
12. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ’
13. ἐκκρίνειν ἀδηλοτέρα, καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν
14. οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι
15. καὶ αὐτὴν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος
16. ἐξηγήσεως.