2. Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθὴ, τὸ δ’ αἷμα μέλαινα.
4. Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προεξηγουμένης
5. ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι
6. τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς δι’ ὅλου
7. τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορὰς τοῦ πνεύματος,
8. ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ
9. καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι
10. μαρτυρεῖν ἔφαμεν, τὸ ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει.
11. μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους,
12. ἅπερ αὐτοί φασι δι’ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι,
13. μήτ’ ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου
14. συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δ’
15. ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδε φαμὲν εἶναι, πρῶτον μὲν
16. ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ
17. κᾀκ τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ
1. περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν
2. ἐν τισὶν ἡμετέροις ὑπομνήμασιν, οὐ μόνον ἐν ταῖς
3. διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθ’ ὅλον τὸ
4. σῶμα διαπνοαῖς γίνεσθαι, τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος
5. ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δ’, ὡς Ἐρασίστρατος,
6. οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ’
7. ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι
8. λεγόντων, ἀπορουμένων δ’ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι
9. τῆς ἐκπνοῆς ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς
10. προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ
11. τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθ’ ὅλον τὸ σῶμα
12. διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δ’ ἐξηγησαμένους
13. ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται
14. βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ
15. δόγμα, τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη.
16. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς σάρκας ὁλκοὺς ἐκ
17. κοιλίας καὶ ἔξωθεν, ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ
18. πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν
1. τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι. πρῶτον μὲν ἐχρῆν
2. ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν
3. αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν. ἕπεται γὰρ
4. τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς
5. τοῦ ζώου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος, δεύτερον
6. δέ τί ποτέ ἐστι τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν. οὐ γὰρ
7. δήπου τὸ αἷμα φήσουσιν ἐξ οὗ τρέφεται τὸ σῶμα. τούτων
8. οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης ὡς
9. ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται
10. προειπὼν, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθ’ ὅλον
11. τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν
12. τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ
13. σῶμα τῶν ζώων θερμασία περιττώματα ποιεῖ τοιαῦτα
14. συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ
15. ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως
16. ἐδείξαμεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν,
17. οὕτως καὶ ὗλαί τινες εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν
18. αὐτῶν, εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης χολῆς. ἐμάθετε
1. γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττὴν, ἔκ τε παχέος αἵματος
2. καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου
3. γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης
4. χολῆς, ὥστε κᾀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν
5. ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους
6. δόγμασιν, τὴν δ’ ἐκείνων διαφέρεσθαι. τὴν δ’ αὐτὴν
7. ταύτην ῥῆσιν εἴρηκε κατ’ ἄλλο μέρος τοῦ βιβλίου, ἡμεῖς
8. αὐτοὶ προεξηγησάμεθα, καθ’ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ
9. πῖον, οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι
10. χρὴ νομίζειν, ἀλλὰ κᾀπὶ τοῦ γλυκέος παντὸς, ὡς περιλαμβάνεσθαι
11. τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα
12. καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες.