15. Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων καὶ πείνης, ὀργάνων
16. ἄσκησις. πόνοι, σιτία, ποτὰ, ἀφροδίσια, μέτρια πάντα.
17. ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος
18. ἔσται.
1. Ὅτι μὲν οὔθ’ ὁ κατὰ πάθος ψυχρότερος οὔθ’ ὁ δι’
2. ἡλικίαν ἐν ψυχρᾷ χώρᾳ καὶ ὥρᾳ δύναται γενέσθαι θερμότερος
3. συμπεφώνηται πᾶσι, καὶ διὰ τοῦτό γε οἱ περὶ τὸν Σαβῖνον
4. ἐπὶ τῶν φύσει ψυχροτέρων ἀληθῆ τὸν λόγον εἶναί φασιν.
5. οὐ μὴν οὐδ’ ἐπὶ τούτων ἁπλῶς ῥηθεὶς ἀληθής ἐστιν, ἄνευ
6. διορισμοῦ τοιοῦδε. τὸ περιϊστάμενον ἔξωθεν ψυχρὸν ὅτι
7. μὲν πυκνοῖ καὶ· ψύχει τὰ κατὰ τὸ δέρμα τῶν ἐναργῶς φαινομένων
8. ἐστὶ, οὐ μὴν ὡσαύτως γε ἂν διατίθησι τὸ βάθος
9. τοῦ σώματος, ἀλλ’ ὥσπερ ἐν ἀφορισμοῖς διώρισται κατ’
10. ἐκεῖνον τὸν λόγον ἔνθα φησὶ, ἔστι δ’ ὅκου ἐπὶ τετάνου ἄνευ
11. ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις
12. ἐπανάκλησιν θέρμης ποιεῖται, οὕτω καὶ νῦν ἐστιν ἡμῖν
13. διωριστέον. τὸ γάρ τοι καταχεόμενον τοῦ σώματος ἡμῶν
14. ψυχρὸν, ἤτοι δεικνεῖται περὶ τὸ βάθος, ὡς καὶ τὰ κατὰ
15. τοῦτο μόρια παραπλησίως ψύξαι τοῖς ἐπιπολῆς, ἢ μόνα ψύχει
16. τὰ κατὰ τὸ δέρμα. πρὸς μὲν οὖν τὸ βάθος ἐξικνούμενον
17. ἐμψύχει τὰ κατὰ τοῦτο μόρια καὶ βλάβην οὐ σμικρὰν
18. ἐργάζεται καθ’ ὅλον τὸ ζῶον. ἐκλυθείσης δ’ αὐτοῦ
1. τῆς δυνάμεως ἐν τοῖς ἐπιπολῆς τοῦ σώματος μέρεσιν, οὐ
2. μόνον οὐκ ἂν ἔτι ψύξει τὰ κατὰ βάθος, ἀλλὰ καὶ θερμότερα
3. πολλῷ τῆς ἔμπροσθεν αὐτοῖς ὑπαρχούσης κράσεως
4. ἀποδείξει. ὅσοι δὲ περὶ ἀραιὸν ἐχόντων τὸ δέρμα καὶ τὰς
5. ὑπ’ αὐτὸ σάρκας, ἡγοῦνται τὸν λόγον αὐτῷ γεγονέναι πυκνουμένης
6. τῆς ἐπιφανείας καὶ κατεχομένου τοῦ πρότερον
7. ἐκκενουμένου θερμοῦ, λέγουσι μέν τι τῶν ἀληθῶν, οὐ μὴν
8. ἐχρῆν αὐτοὺς ὑπολαμβάνειν εἰρῆσθαι τοὺς οὕτω διαπνεομένους
9. καὶ ψυχροτέρους. μάλιστα μὲν γὰρ, ὡς ἐμάθετε, τοῖς
10. ὑγροῖς καὶ θερμοῖς σώμασιν ὑπάρχει ταῦτα, δεύτερον δὲ
11. τοῖς θερμοῖς, κᾂν χωρὶς ὑγρότητος ᾖ τοιαῦτα. τῶν ψυχρῶν
12. δ’ οὐδὲν εὐδιαφόρητόν ἐστι, ἀλλ’ ἧττον μὲν τοῦτο
13. πέπονθε τὰ ὑγρὰ, μᾶλλον δὲ τὰ ξηρὰ πλεονεκτεῖ
14. δ’ ἀμφοῖν τὰ φύσει θερμά. κατὰ τοῦτο οὖν μοι δοκοῦσιν
15. ἁμαρτάνειν.