Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 6.5, ed. Kühn, 1828, vol. 17b, p. 325-337. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:6.5


2. Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματός τε κοιλίην
3. διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμὸς,
4. φυτῶν χυμοὶ, ἐφ’ ὧν τὴν δύναμιν ἔχουσιν καὶ κυκεών.
5. κακούργων, γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

7. Βοηθημάτων κατάλογον ἐνταῦθα πεποίηται καὶ σμικραῖς
8. καὶ μεγάλαις ὀδύναις ἁρμοττόντων, ὥσπερ ἐν ἀφορισμοῖς
9. ἔγραψε τῶν ἐν ὀφθαλμοῖς μόνον, ἔνθα φησὶν, ὀδύνας
10. ὀφθαλμῶν ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη
11. ἢ φαρμακείη λύει. προσέθηκέ τινα νῦν βοηθήματα
12. ταῖς ἐπὶ τῶν ὀφθαλμῶν ὀδύναις ἀνάρμοστα. τὸ μὲν οὖν
13. ἁπάντων πρῶτον εἰρημένον ἐν τῷ προκειμένῳ λόγῳ κάθαρσίς
14. ἐστιν, ἣν φιλονίκη ἐρεθίζουσι, μήτ’
15. ἀνοήση βοηθήματα τελέως ἐξηγησάμεθα καθ’ ὅν τινα
16. τρόπον ἔγραψεν. περὶ δὲ τῶν ἐφεξῆς λεγομένων πρώτη
17. καῦσίς ἐστι παραλαμβανομένη κατὰ τὰ μεγάλα πεπονθότα 
1. διὰ κακοχυμίαν πολλὴν, ὡς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν
2. γίνεται, ποτὲ μὲν ἄντικρυς διαπύροις σιδήροις καιόντων
3. ἡμῶν αὐτὰ, ποτὲ δὲ φαρμάκοις καυστικοῖς. ἐφεξῆς δὲ τῇ
4. κατακαύσει γέγραπται τομὴ, παύουσα καὶ αὐτὴ τὰς ὀδύνας,
5. τῶν ἤδη πῦον ἐχόντων πολὺ μορίων ἐπὶ φλεγμοναῖς μεγάλαις
6. προηγησαμέναις, εἶθ’ ἑξῆς θάλψις, ἐν λουτροῖς τε
7. δηλονότι καὶ πυριάσεσι γινομένη. προηκηκόατε δ’ ἤδη τὰς
8. ὕλας τῶν πυριάσεων, ἐφ’ ὦν τε προσήκει κεχρῆσθαι διαθέσεων
9. ὀδύνην ἐπιφερουσῶν, οἶον ἐπὶ μὲν τῶν κατὰ θώρακα,
10. δι’ ὦν αὐτὸς εἶπεν ἐν τῷ περὶ διαίτης ὀξέων. ἐπὶ δὲ τῶν
11. ὀφθαλμῶν διὰ σπόγγου μαλθακοῦ, μὴ φέροντος τοῦ μορίου
12. τὰς διὰ τῶν μαρσίππων τε καὶ καταπλασμάτων θάλψεις,
13. ἀλλὰ καὶ ἡ δι’ ἐλαίου κατάντλησις ἐπί τε τῶν μέσων τοῦ
14. σώματος καὶ τῆς κεφαλῆς ἴαμα πόνων ἐστὶ θάλψις οὖσα,
15. καὶ ἡ δι’ ὕδατος ἐπὶ τῶν κώλων, καὶ συνεχεστάτη καὶ
16. πλείστη χρῆσις ἐπὶ τῶν ὀδυνωμένων μορίων, ἣ διὰ τῆς
17. θάλψεως γίνεται τοῖς ἰατροῖς, ἐπειδὴ καὶ τὰ τεταμένα
18. χαλᾷ καὶ τὰ πεπληρωμένα κενοῖ καὶ τὰ κατεψυγμένα θερμαίνει.
1. τῇ ψύξει δὲ σπανιώτερον ἐπὶ τῶν ὀδυνωμένων χρώμεθα,
2. πυκνούσῃ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν αὐτῶν καὶ διὰ
3. τοῦτο τὰς διαπνοὰς εἰργούσῃ, τεινούσῃ δὲ μᾶλλον τὰ τεταμένα.
4. μόνας οὖν τὰς θερμὰς δυσκρασίας, ὅσαι χωρὶς πλήθους
5. συνίστανται, ψύξις ἰάσεται, καθάπερ ἐπὶ τῶν ἐξ ἐγκαύσεως
6. ὀδυνωμένων τὴν κεφαλὴν ἢ διακαιομένων ὑπὸ πυρετοῦ.
7. καταντλοῦντες οὖν αὐτὴν ῥοδίνῳ ψυχρῷ θεραπεύομεν τὸ
8. σύμπτωμα καὶ τῶν ἐρυσιπελάτων τὰ δι’ ὑπερβάλλουσαν θερμασίαν
9. ὀδυνῶντα καὶ ποδάγρας ὡσαύτως ἐφ’ ὦν τὸ
10. ῥεῦμα χολῶδές τε ἢ θερμόν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις γέγραπται,
11. φυτῶν χυμοὶ ἐφ’ ὦν τὴν δύναμιν ἔχουσιν. ἧς
12. πάλιν λέξεως ἡ διάνοιά μοι δοκεῖ τοιαύτη τις ὑπάρχειν,
13. ὀδυνῶν ἰάματά σοι γενήσεταί ποτε καὶ οἱ τῶν φυτῶν χυμοί.
14. ταῦτα δ’ ἔστι πάμπολλα, τὰ μὲν ὑγρὰ διαμένοντα, τὰ
15. δὲ πηγνύμενα. πρῶτον μὲν τὸ ἔλαιον ἤδη παμπόλλον
16. χρείαν ἡμῖν εἰς τὰς ὀδυνομένων ἰάσεις τε καὶ παρηγορήσεις
17. παρέχει θερμὸν προσφερόμενον, εἶθ’ ἑξῆς ἄλλα
18. πολλὰ τούτου πολὺ μᾶλλον θερμαίνοντα, δάφνινον, κέδρινον,
1. κίκινον, σινάπινον, ῥαφάνινον, ὑγρὰ μὲν ταῦτα, πεπηγότα
2. δὲ τὰ μὲν μᾶλλον τὰ δὲ ἦττον, αἵ τε ῥητίναι καὶ μάλιστ’
3. αὐτῶν αἱ αὐτόῤῥυτοι καλούμεναι, θαψία τε καὶ εὐφόρβιον,
4. οἵ τε ὀποὶ πάντες, ὁ Κυρηναῖος, ὁ Παρθικὸς, ὁ Ἀσσύριος,
5. ὁ σαγαπηνὸς, ὁ ἐκ τῶν τιθυμάλλων, ὁ ἐκ τοῦ πάνακος
6. ὁ ἰδίως ὀποπάναξ καλούμενος. ἐκ τοῦδε τοῦ γένους ἐστὶ
7. καὶ ἡ χαλβάνη καὶ ἄλλα πολλὰ περὶ ὦν ἔμαθες ἐν ταῖς
8. τῶν ἁπλῶν φαρμάκων δυνάμεσιν. ἐάν τε γὰρ ὀπὸς ᾖ τινος,
9. ἐάν τε χυλὸς, ἐν τῇ τῶν χυμῶν προσηγορίᾳ περιλαμβάνεται.
10. τούτου τοίνυν τοῦ γένους ἔσται καὶ ἡ ὑγρὰ πίττα
11. καὶ τὸ πίσσανον ὀνομαζόμενον, ἔτι δὲ καὶ τὸ κατὰ τὴν
12. Κιλικίαν καπέλαιον, ἕτερά τε μυρία τὰ μὲν ἐκ βοτανῶν, τὰ
13. δ’ ἐκ θάμνων, τὰ δ’ ἐκ δένδρων γινόμενα, καθ’ ὦν ὄνομα
14. κοινόν ἐστι τὸ φυτὸν, οὗ νῦν Ἱπποκράτης ἐμνημόνευσε,
15. φυτῶν χυμοί. προσέθηκε δ’ αὐτοῖς, ἐφ’ ὧν δύναμιν ἔχουσιν,
16. ἀσαφῆ διὰ συντομίαν τὸν λόγον ἐργασάμενος. εἰκότως τοιγαροῦν
17. οἱ ἐξηγηταὶ διηνέχθησαν, ἄλλοι ἄλλως οὐ μόνον
18. ἐξηγησάμενοι τὴν λέξιν, ἀλλὰ καὶ μεταγράψαντες. ὅπως
1. οὖν μὴ γράφοιμι πολλὰ, καταλιπὼν αὐτοὺς ἃ δοκεῖ
2. μοι πιθανώτατα εἶναι, ταῦτα ἐρῶ μόνα. τῶν τοίνυν φαρμάκων
3. ὅσα πραΰνειν τὰς ὀδύνας πέφυκεν, ὥσπερ ἄλλο πρὸς
4. ἄλλην διάθεσιν, οὕτω καὶ πρὸς μόριον ἄλλο δύναμιν ἔχει.
5. μακροτέρου δ’ ὄντος ἢ καθ’ ὑπόμνημα τοῦ λόγου, διὰ παραδειγμάτων
6. ὀλίγων αὐτὸν ἐπιδραμεῖν ἔγνωκα. τὸ μὲν οὖν
7. τὰς ὀδυνηρὰς διαθέσεις μὴ πάσας δεῖσθαι τῶν αὐτῶν φαρμάκων,
8. ἔστω σοι παράδειγμα τόδε. δακνωδῶν ὑγρῶν ἐν μὲν
9. τοῖς ἐντέροις περιεχομένων, τὰ περικλύζοντα πρότερον ἐνιέντες,
10. ὦν ἐστὶ καὶ μελίκρατον καὶ πτισσάνης χυλὸς, ὅταν ἐκκριθείη
11. ταῦτα, τὰ πρᾳΰνοντα τὰς δήξεις ἐπενίεμεν, ὅσα τε
12. ἐμπλάττεσθαι καὶ περιπλάττεσθαι δύναται τῇ τῶν ἐντέρων
13. ἐπιπολῇ, ἃ κωλύουσιν προσπίπτειν τοὺς καταφερομένους
14. ἄνωθεν εἰς αὐτὰ δάκνοντας χυμοὺς, ἐδέσματά τε δίδομεν
15. αὐτοῖς εὔχυμά τε καὶ ὅσα δύσφθαρτα. κατὰ δὲ τὴν ἄνω
16. κοιλίαν καὶ μάλιστ’ αὐτῆς κατὰ τὸ στόμα τοιούτων περιεχομένων
17. χυμῶν ἐμεῖν μὲν πρῶτον αὐτοὺς κελεύομεν. εἰ δὲ
18. δυσεμεῖς εἶεν, ἔλαιον ἢ ὑδρέλαιον ἤ τι τοιοῦτον καταῤῥοφῆσαι
1. δίδομεν, ἐφ’ ᾦ τῶν ἐμέτων γενομένων ἔξωθεν μὲν ἐπιτίθεμεν
2. τῶν στυφόντων τὶ καὶ δυσωδῶν, ἔνδοθεν τροφὰς
3. εὐχύμους τε ἅμα καὶ δυσφθάρτους καί τι καὶ στῦφον ἐχούσας.
4. τοῖς δ’ ὀφθαλμοῖς τοιούτων ἐν ὅλῳ τῷ σώματι προκαθαίρομεν.
5. εἰ δ’ αἵματος πλῆθος, ἐπὶ τὴν ἐν ἀγκῶνι
6. φλέβα τὴν ἔξωθεν ἣν ὠμιαίαν καλοῦσιν ἥκομεν, εἶθ’ ἑξῆς
7. φαρμάκῳ χρώμεθα τῶν ἁπαλωτάτων τέ τινι καὶ ἀδηκτοτάτων,
8. ἐφ’ ᾦ νηστεύσαντα δι’ ὅλης τῆς ἡμέρας εἰς ἑσπέραν
9. ἐπὶ λουτρὸν ἄγομεν. εἰ δὲ μήτε καθάρσεως δέοιτο μήτε
10. φλεβοτομίας, τοῖς τ’ εἰρημένοις φαρμάκοις καὶ τῷ λουτρῷ
11. μετ’ αὐτὰ, καθάπερ ἴστε, τὰς τοιαύτας ὀδύνας ἐξιώμεθα,
12. μήτε ταῖς κατὰ γαστέρα δήξεσι τῶν κολλυρίων ἐνιέντες τι,
13. μήτε τοῖς ὀφθαλμοῖς τράγου χυλὸν ἢ στέαρ αἰγὸς ἢ κηρωτὴν
14. ἄδηκτον ἤ τι τῶν ἄλλων ὅσα διὰ τῆς ἕδρας
15. ἐνίεμεν. ἀρκέσει ταῦθ’ ὡς ἐπὶ παραδείγματος εἰρῆσθαι
16. πρὸς ἔνδειξιν τοῦ τὴν αὐτὴν διάθεσιν οὐ τῶν αὐτῶν δεῖσθαι 
1. βοηθημάτων, ὅταν ἐν διαφέρουσι γένηται αὐτοῖς. ἐπιδεῖξαι
2. γὰρ πρόκειται κατὰ τίνα διάνοιαν ὁ Ἱπποκράτης εἶπε,
3. φυτῶν χυμοὶ ἐφ’ ὧν δύναμιν ἔχουσι. τὸ γὰρ ἐφ’ ὧν ἤτοι
4. μορίων ἢ διαθέσεων ἢ τρόπων χρήσεως ἀναγκαῖόν ἐστιν
5. ἀκοῦσαι. λέγω δὲ τρόπους χρήσεως, ὅταν ἤτοι τὴν αἰτίαν
6. αὐτήν τις ἐκκόπτῃ, δι’ ἣν ὀδυνᾶται τὸ πεπονθὸς μόριον,
7. ἤτοι τὸ γεννώμενον ἐξ αὐτῆς φυσῶδες πνεῦμα διαφορῇ.
8. καὶ τοῦτ’ αὐτὸ ποιεῖ διττῶς, ἢ λεπτύνων αὐτοῦ τὸ παχὺ
9. καὶ φυσῶδες ἢ ἀραιῶν τὸ περιέχον αὐτὸ σῶμα. καὶ μέντοι
10. καὶ περὶ ταῦτα τρόπος ἕτερός ἐστιν ἀνωδυνίας ποιητικὸς
11. ἐκ τοῦ ναρκοῦσθαι τὴν αἴσθησιν γινόμενος, ἐφ’ οὗ καὶ
12. συνέσεώς ἐστιν οὐ τῆς τυχούσης μίξαι τῷ ναρκωτικῷ
13. τἄλλα καὶ μὴ μόνῳ χρήσασθαι. τίς γὰρ οὐκ οἶδεν ἐν τῷ
14. Φιλωνείῳ φαρμάκῳ τὴν μὲν τῆς ὀδύνης παῦλαν ἡ τῆς αἰσθήσεως
15. νάρκη ποιεῖ, τὰ δὲ ἐργαζόμενα ταύτην ἐστὶν ὁτὲ
16. τοῦ μήκωνος ὀπὸς καὶ τὸ τοῦ ὑοσκυάμου σπέρμα, ταῦτα δ’
17. εἰ μόνα προσενεχθείη, παντάπασιν μὲν ὀλίγα δοθέντα
18. τὴν ὀδύνην οὐ δυνήσεται παύειν· εἰ δ’ ἐν ᾧ μέτρῳ ληφθέντα
1. παῦσαι δύναται, τοῦτ’ ἔχοι τὸ μέτρον, οὐ σμικρὰν
2. βλάβην ἐργάζεται κατὰ τὸ πάσχον μόριον. ἵν’ οὖν μήτε
3. μεγάλως αὐτὸ βλάψῃ καὶ ναρκώσῃ τὴν αἴσθησιν, ἡ τῶν ἄλλων
4. φαρμάκων μίξις εὑρέθη τῷ Φίλωνι. τίς δέ ἐστιν ἡ
5. μέθοδος ᾗ χρώμενος ἄν τις ἐπὶ τὴν τοιαύτην ἥκοι κατασκευὴν
6. τῶν φαρμάκων, ἐν τοῖς περὶ συνθέσεως αὐτῶν εἴρηται.
7. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα, θεασώμεθα
8. δὲ περὶ τῶν ἐφεξῆς εἰρημένων ὧν ἡγεῖται πρῶτος γεγραμμένος
9. ὁ κυκεών. ὅτι μὲν οὖν οἶνος ὀδύνας ὀφθαλμῶν ὅσαι
10. δι’ ἔμφραξιν γίνονται παύει, διὰ τῶν εἰς τοὺς ἀφορισμοὺς
11. ὑπομνημάτων ἐμάθετε. νῦν δὲ καὶ περὶ τῶν ἄλλων, ὅσαι
12. κατὰ τὸν αὐτὸν λόγον γίνονται, ποτὲ μὲν διὰ πάχος αἵματος,
13. ποτὲ διὰ ψύξιν, ἀναμνήσθητε πολλάκις ἑωρακότες ἐπί
14. τε τῶν κατὰ κοιλίαν ὀδυνῶν, ἐπί τε τῆς καλουμένης ἡμικραίρας,
15. οἶνον ἀκρατέστερον αὐτίκα μὲν ὠφελήσαντα σαφῶς,
16. ὕπνου δὲ ἐπιγενομένου τελέως παύσαντα· τεθέασθέ
17. με διδόντα οἶνον οὐκ εὐθέως νήστει, ἀλλ’ ἐπὶ τροφῇ. νῦν
1. δὲ ὁ Ἱπποκράτης ἔμιξεν ἀμφότερα καὶ τὴν τροφὴν καὶ τὸ
2. πόμα. τοιοῦτον γάρ τι πρᾶμά ἐστιν ὁ κυκεὼν, ὡς καὶ παρ’
3. Ὁμήρου μεμαθήκατε. μιγνύντων μὲν ἄλλα τῷ οἴνῳ, κοινὸν
4. δ’ ἐχόντων ἁπάντων αὐτόν. ἴσως καί τι τὸ μετ’ ἀλφίτων
5. μὲν εἶναι τὸν οἶνον. ἐξ ἀνάγκης δὲ καί τι ἄλλο ἐκ τοῦ
6. κυκεὼν ὀνόματος ἀξιώσει τις δηλοῦσθαι τοὺς παλαιούς,
7. οὕτω μᾶλλον ἐπιδεικνὺς κεχρῆσθαι τῇ προσηγορίᾳ. χρῆσθαι
8. δέ ποτε καὶ τροφῆς χωρὶς οἴνῳ τῶν οὕτως ἀλγούντων τινὰ
9. κελεύσας ἕνεκα τοῦ βεβαιῶσαί μου τὴν ὑπόληψιν, ἐθεασάμην
10. ὡς προσεδόκησα παροξυνθέντα θερμῶν ἀτμῶν πολλῶν
11. ἀθρόως ἀναδραμόντων ἐπὶ τὸν πεπονθότα τόπον, ἐφ’ οἷς
12. ἀνώμαλός τε ἅμα δυσκρασία καὶ πλήρωσις ἠκολούθησε
13. τοῦ μέρους. ἐπιδέδεικται δὲ ἡμῖν ἡ μὲν πλήρωσις τῷ
14. διατείνειν πάντῃ τὰ σώματα ὀδύνας ἐργαζομένη τοῖς ἀσθενέσιν,
15. ἡ δ’ ἀνώμαλος δυσκρασία διὰ τό τινα μὲν ἔτι κατὰ
16. φύσιν ἔχειν μόρια, τινὰ δὲ ὁμιλεῖν αὐτοῖς ἐψυγμένα. γίνεται
17. γὰρ ἐν τούτοις ἐκ τῶν παρὰ φύσιν ἐχόντων εἰς τὰ
18. κατὰ φύσιν ἔχοντα διάδοσις τῆς ψύξεως ἀνιαρά. τὰ δὲ
1. ὅλα ψυχθέντα καὶ ὡς ἂν εἴποι τις ἑκτικὴν κτησάμενα
2. τὴν τοιαύτην κράσιν, οὐκ ὀδυνᾶται. τὴν γὰρ φύσιν,
3. φησὶ, διαλλασσαμένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι
4. γίνονται, οὐ διηλλαγμένοις οὐδὲ διεφθαρμένοις ἤδη. τὸν
5. μὲν οἶνον αὐτός τε προσεδόκησα βλάψειν ἄνευ τῆς τροφῆς
6. πινόμενον, ἥ τε πεῖρα μαρτυρήσασα βεβαιοτέραν μοι τὴν πίστιν
7. εἰργάσατο. κυκεὼν δ’ οὐκ ἂν βλάψειεν ἔχων ἐν αὑτῷ
8. τὴν τροφήν. ἐκ γὰρ τῆς ἀμφοῖν συμμέτρου μίξεως ὁμαλὴ
9. κατὰ βραχὺ θάλψις ἐν τοῖς πεπονθόσι μορίοις αὐξανομένη
10. χωρὶς ἀτμῶν πολλῶν ἐκθερμαίνει τε τὰ κατεψυγμένα καὶ
11. διαφορεῖ τὰ ἐμπεφραγμένα. διέρχεται γὰρ ὅσα πρότερον
12. ἕν τισιν ἐσφίγγησαν διὰ πάχος, αὐτά τε λεπτυνόμενα καὶ
13. χεόμενα τῶν τε περιεχόντων αὐτὰ σωμάτων ἀραιοτέρων
14. ἀποτελουμένων, ἅπερ ἐπὶ τῶν θερμαινόντων ὁμαλῶς γίνεσθαι
15. φιλεῖ. καὶ οἱ πταρμοὶ δὲ, καὶ γὰρ τούτους ἐφεξῆς
16. ἔγραψεν, ἐναργῶς φαίνονται κεφαλαλγίας ἰώμενοι, τὰς ἐπὶ
17. πλήθει φυσώδει πνεύματος γινομένας ταυτὶ μὲν οὖν ἅπαντα
18. μέχρι τῶν πταρμῶν ἐπιδέδεικταί μοι τοῦ προτεθέντος ἐξ
1. ἀρχῶν ἔχεσθαι, κακῶς ὑπὸ τῶν ἐξηγησαμένων εἰς πλείους
2. λόγους τεμνόμενα. ἐπὶ δὲ τὴν ἑξῆς λέξιν μεταβῶμεν, ἀπέχεσθαι
3. δοκοῦσαν ἔτι τε καὶ μᾶλλον ἁπασῶν τῶν ἔμπροσθεν
4. ἤπερ ἀλλήλων ἐκεῖναι. δύναται δ’, ὡς ἐγώ φημι, καὶ αὐτὴ
5. περὶ μὲν ὀδυνῶν εἰρῆσθαι καθάπερ ἐκεῖναι, διαφέρειν
6. δ’ αὐτῶν τῇ κακίᾳ. γίνονται γάρ τινες ὀδύναι κακοήθεις
7. ὑπὸ τῶν κακούργων εἴτ’ οὖν φαρμάκων ἃ δηλητήρια καλοῦσιν,
8. εἴτε θηρίων ἰοβόλων, εἴτε καὶ χυμῶν τινων ἐκ διαίτης
9. μοχθηρᾶς ἢ λοιμώδους ἀέρος ἐν τῷ σώματι γεννηθέντων.
10. ἐπὶ τούτων οὖν φημὶ λελέχθαι ταῦτα τὰ βοηθήματα,
11. γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος ὄξος, ἅλες. γάλα
12. μὲν ἐπὶ τῶν κατὰ διάβρωσιν ἀναιρούντων· ἐπικράσεως γὰρ
13. δεῖται· σκόροδον δ’ ἐπὶ τῶν κατὰ σφοδρὰν ψύξιν, οἶνος δ’
14. ἐπὶ τῶν κατὰ μετρίαν. προσκειμένου δὲ αὐτῷ τοῦ ἀπεζεσμένου
15. δυνατόν ἐστιν ἀκούειν τὸν ἱκανῶς θερμὸν, ἐγχωρεῖ
16. δὲ καὶ τὸν οὕτως ἀφεψημένον, ὡς γίνεσθαι τὸ καλούμενον
17. σίραιον. ἐπικρατικὸν γάρ τοι καὶ τοῦτ’ ἔστι καὶ δριμυτήτων 
1. διαβρωτικόν. ὄξος δ’ ἕνεκα τοῦ τέμνειν χυμοὺς κολλώδεις,
2. ὡς ἐπὶ τῶν μυκήτων ἢ καὶ ψύξεως ἕνεκεν, ὡς ἐπὶ
3. θαψίας. τοὺς δ’ ἅλας, ὡς ἐκδαπανῆσαι δυναμένους ὅλην
4. τὴν οὐσίαν τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων. ἀλλ’
5. ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν
6. γίνονται κατὰ τὰς τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων,
7. ἀλλ’ ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν
8. ἡμῶν γίνονται κατὰ τὰς τῶν ὁμιλούντων ἁπλᾶς ποιότητας,
9. ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἐμάθετε γὰρ καὶ τοῦτο δι’
10. ἑτέρων ὑπομνημάτων, προσηκόντως ἂν εἰρημένον εἴη τὸ
11. φυτῶν χυμοὶ ἐφ’ ὦν τε δύναμιν ἔχουσιν. καὶ γὰρ καθ’
12. ὅλην τὴν οὐσίαν ἰδιότητες ἤτοι οἰκεῖαι τοῖς σώμασιν ἡμῶν
13. ἢ ἀλλότριαι κατὰ τέτταρας ὕλας εἰσὶ καθαρτικὰ φάρμακα
14. καὶ τροφαὶ καὶ τρίτα πρὸς αὐτοῖς ἃ νῦν Ἱπποκράτης ὠνόμασε
15. κακοῦργα καὶ τέτταρα τὰ τούτων ἰάματα. τεμνομένου
16. δὲ τοῦ τρίτου γένους τῆς ὕλης εἴς τε τὰ δηλητήρια
17. καλούμενα φάρμακα καὶ τοὺς ἰοὺς τῶν θηρίων, διττὴ καὶ
18. τῶν ταῦτα θεραπευόντων ἐστὶν ἡ ὕλη. καλεῖται δὲ ἀλεξιφάρμακα
1. μὲν, ὅσα τοῖς δηλητηρίοις ἀνθίσταται, θηριακὰ δὲ
2. ὅσα τὰς τῶν θηρίων ἰᾶται δήξεις. ἴσως δέ τις
3. ἀξιώσει καὶ τὴν τῶν καθαιρόντων φαρμάκων ὕλην ἐν τοῖς
4. τῶν δηλητηρίων περιέχεσθαι, διαφθείρει γὰρ ἡμᾶς καὶ
5. ταῦτα, πλείω τῶν συμμέτρων δοθέντα. τοῦτο δ’ εἰ συγχωρήσαιμεν,
6. ἀκόλουθον ἡμῖν ἔσται τά τ’ ἀλεξιφάρμακα καὶ
7. τὰ θηριακὰ ἐν τοῖς δηλητηρίοις συγκαταριθμεῖν, ἐπειδὴ καὶ
8. ταῦτα ἀναιρεῖν πέφυκεν, εἰ μή τις αὐτῶν βραχὺ προσενέγκοιτο
9. παντάπασιν. ἀλλὰ δι’ αὐτὸ τοῦτό μοι δοκοῦσιν ἰατροὶ
10. θανάσιμα μὲν πολλὰ φάρμακα καλεῖν, ὧν ἀναγκαῖον ὄφελος
11. τι κατὰ καιροὺς γίνεται, δηλητήρια δὲ τὰ μηδέποτε μηδὲν
12. ὀνοῦντα μήτε νοσοῦντας ἀνθρώπους μήθ’ ὑγιαίνοντας·
13. οὔτε γὰρ ἀκόντιον οὔθ’ ὑδράργυρος οὔτε λιθάργυρος οὔτε
14. λαγωὸς θαλάττιος εἴσω τοῦ σώματος λαμβανόμενος παρέχει
15. τινὰ ἡμῖν ὠφέλειαν, ὥσπερ καὶ τἄλλα πολλὰ, περὶ ὦν ἐν
16. τοῖς κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελοῦσί τε καὶ
17. βλάπτουσιν εἴρηται.

Cliquer un n° de page pour en afficher l’image