2. Ἄνθρωπος ἐκ κόπων ἐξ ὁδοῦ, ἀδυναμίη βάρος ἀνέπτυεν,
3. ἔβηξε γὰρ ἐκ κορυφῆς, πυρετὸς ὀξὺς πρὸς χεῖρα ὑποδάκνων·
4. δευτεραίῳ δὲ καρηβαρία, γλῶσσα ἀπεκαύθη, ῥὶς
5. ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας
6. καὶ σκληρὸς ὠδυνᾶτο.
8. Τὰ μὲν γενόμενα τῷ κάμνοντι διηγήσατο, εἴτε δ’ ἂν
9. ἀπέθανεν εἴτ’ ἐσώθη παρέλιπεν, ὦν χάριν ἅπαντα γράφεται
10. τἄλλα. τί ἂν οὖν ἐγὼ παρὰ τοῦ νοσοῦντος οὕτως ἔσεσθαι
11. προεῖπον ἴσως ἀκοῦσαι ποθεῖ τις, ᾧ τἀληθῆ ῥητέον
12. ἐστίν. ὡς εἴ μοί τις ἔδειξεν αὐτοῦ τὰ οὖρα, σαφῶς ἂν
13. ἀπεφηνάμην ὁποῖόν τι φρονῶ περὶ τοῦ κάμνοντος, ὅσον μὲν
14. γὰρ ἐπὶ τοῖς εἰρημένοις ὀλεθρίως εἶχεν. εἰ δὲ ἦν καὶ τὰ
15. οὖρα ἄριστα, σωθήσεσθαι μὲν, ὀξέως δὲ νοσῆσαι τὸν ἄνθρωπον
16. ἀπεφηνάμην ἄν· εἰ δὲ ἦν καὶ τὰ οὖρα μοχθηρὰ,
17. διὰ ταχέων τεθνήξεσθαι. μέσον δὲ αὐτῶν, ὡς μήτ’ ἐπαινεῖσθαι
1. μήτε ψέγεσθαι πλείονα χρόνον ζήσαντα τεθνήξεσθαι.
2. τὰ μὲν οὖν ἄλλα συμπτώματα μεταξύ πως ἐστὶν
3. ὀλέθρου καὶ σωτηρίας, ἡ δὲ ὀνυχογραφηθεῖσα ῥὶς. εἶτα μὴ
4. μεθεῖσα τοῦ αἵματος, οὕτω γὰρ ἔγραψε Ζεῦξις, ῥὶς ὀνυχογραφηθεῖσα,
5. οὐχ ᾑμοῤῥάγησεν, ὀλέθριον μὲν καὶ οὕτως, ἧττον
6. δὲ τοῦ μηδ’ ὅλως αἷμα μεθεῖναι. πρόδηλον δ’ ὅτι τῆς
7. χειρουργίας καλῶς γενομένης ὅμως οὐκ ἐῤῥύη τὸ αἷμα. τὴν
8. ἀρχὴν γὰρ οὐκ ἂν ἔγραψε κατὰ τὴν διήγησιν, ὀνυχογραφηθῆναι
9. μὲν τὴν ῥῖνα, μὴ γενέσθαι δὲ τὴν αἱμοῤῥαγίαν, εἰ
10. περὶ τὴν χειρουργίαν τοῦτο συμβεβήκει. λέγουσι δὲ τοὺς
11. παλαιοὺς οὐ μόνον τοῖς ἰδίοις ὄνυξι τὴν ῥῖνα διαιρεῖν, ἀλλὰ
12. καὶ σιδήρῳ τινὶ πρὸς αὐτὸ τοῦτο παρεσκευασμένῳ, καὶ ἐοίκασι,
13. κατά γε τὸ ἐν τῷ λόγῳ τῷδε προκείμενον, ἄῤῥωστον
14. διὰ τὴν καρηβαρίαν ἐπὶ τὴν διαίρεσιν αὐτῆς οἱ θεραπεύοντες
15. τὸν ἄνθρωπον ἰατροὶ παραγενέσθαι· τὸ δ’ ἐπὶ τοῦ
16. σπληνὸς εἰρημένον, ἀριστερὸς σπλὴν μέγας, οἱ μὲν
1. οὕτως προσκεῖσθαι νομίζουσιν ὡς τῷ γάλα τὸ λευκὸν ὁ
2. ποιητὴς προσέθηκε καὶ τῷ σύες τὸ χαμαιευνάδες, οὐκ ὄντος
3. οὔτε γάλακτός τινος, ὃ μὴ λευκόν ἐστιν, οὔτε συῶν
4. * * * αἳ * * * μὴ χαμαιευνάδες εἰσίν.
5. τάχα δὲ * * * ἐκούσης τῆς ῥήσεως τοῦ γέροντος
6. οὕτως ῥὶς ὀνυχογραφηθεῖσα οὐχ ᾑμοῤῥάγησεν ἀριστερὴ ἐν
7. ἴσῳ τῇ τῶν ἀριστερῶν μυκτήρων καὶ κατ’ ἴξιν ἐστὶν οὗτος
8. τῷ σπληνὶ, καὶ πιθανὸν ἐπὶ τούτων ὁρμῆσαι τὸν χειρουργοῦντα.
9. διαμαρτόντος δὲ πρώτου βιβλιογράφου συνέβη
10. φυλαχθῆναι τὸ ἁμάρτημα. ἐγκειμένου δὲ τῇ ῥήσει καὶ τοῦ
11. βήσσειν αὐτὸν ἐκ κορυφῆς ἐγένετο καὶ περὶ τούτου τοῖς
12. ἐξηγησαμένοις τὸ βιβλίον ἀμφισβήτησις, ἐνίων μὲν ἐκ τῆς
13. κεφαλῆς τὴν βῆχα γίνεσθαι λεγόντων, οὐχ ὡς εἴωθε πολλάκις
14. ἐκ τοῦ θώρακός τε καὶ πνεύμονος καὶ τῆς τραχείας ἀρτηρίας,
15. ὅταν ταῦτα πρῶτον πάθῃ. τινῶν δὲ τὸ ἐκ κορυφῆς
16. κυρίως λελέχθαι νομιζόντων, ἵνα μὴ μόνον ἐκ τῆς κεφαλῆς
17. κατάῤῥος τις αἴτιος εἶναι τῆς βηχὸς, ἀλλὰ καὶ κεφαλῆς
18. αὐτῆς ἐκείνου τοῦ μέρους ὃ κορυφὴν ὀνομάζομεν.