Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 6.7, ed. Kühn, 1828, vol. 17b, p. 341-343. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:6.7


2. Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι ὑπὸ τῆς μεγάλης νόσου
3. οὐχ ἁλίσκονται, ἢν δ’ ἁλίσκωνται πρότερον καὶ ἐπιγίνηται
4. τεταρταῖος, παύονται.

6. Τὴν ἐπιληψίαν οἱ παλαιοὶ καὶ μεγάλην νόσον ἐκάλουν
7. καὶ πάθος παιδίων, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ περὶ
8. ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἐπειδὴ κατὰ τὴν τῶν παίδων
9. ἡλικίαν πλεονάζει, τινὲς δὲ Ἡρακλείαν αὐτὴν ἐκάλεσαν,
10. οὐχ ὡς ἐπιλήπτου τοῦ Ἡρακλέους ὄντος, ἀλλ’ ἐοίκασιν οὗτοι
11. ἐπονομάζειν ἐλλογίμοις ὀνόμασιν αὐτὴν, ὡσαύτως γε
12. γνόντες ἐνδεικτικὸν μεγέθους ὄνομα ποιῆσαι τὴν Ἡρακλείαν.
13. ἱερὰν δὲ νόσον ἔνιοι κατὰ ψευδῆ δόξαν ὠνόμασαν, ὡς κᾀν
14. τῷ περὶ ἱερῆς νούσου συγγράμματι δεδήλωται. γίνεται μὲν
15. οὖν καὶ ἀπ’ ἄλλων μορίων πασχόντων ἐνίοτε τὸ πάθος
16. τοῦτο. τοῖς πλείστοις δὲ πρῶτος αὐτὸς ὁ ἐγκέφαλός ἐστιν
17. ὁ πάσχων οὐχ ἑτέρῳ συμπάσχων. αἴτιον δὲ τοῦ νοσήματος
18. παχὺς καὶ ψυχρὸς χυμὸς, ἀθροιζόμενος μὲν ἐν ταῖς
1. κοιλίαις τοῦ ἐγκεφάλου, καταλαμβάνων δὲ καὶ τὰς ἐκφύσεις
2. καὶ μάλιστα τὴν πρώτην ἀρχὴν τοῦ νωτιαίου. τοῦτον οὖν
3. τὸν χυμὸν καὶ οἱ ἄλλοι μὲν ὠνήσασι πυρετοὶ, μάλιστα δὲ οἱ
4. χρόνιοι καὶ τούτων πάντων ὁ τεταρταῖος μάλιστα, καὶ αὐτοῦ
5. τούτου πάλιν ὁ χρονιώτατός τε καὶ μετὰ ῥίγους
6. παροξυνόμενος. αὐτό τε γὰρ τὸ ῥῖγος * * * *
7. μοχλεῖς. * * * * τοῦ ἐγκεφάλου μὲν τὴν ἀρχὴν
8. τούτων ἐμφράττοντος χυμοῦ. ἡ δὲ τοῦ πυρετοῦ θερμασία
9. λεπτύνουσα ἔμπροσθεν καὶ διαφορεῖν αὐτόν ἐστιν ἱκανὴ καὶ
10. πρὸς τούτῳ τὴν κρᾶσιν ὅλην σφοδροῖς ῥίγεσι μεταβοῦσι
11. πυρετῶν παροξυσμοῖς βάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ θερμότερον
12. ὑγρὰν καὶ ψυχράν. ταύτῃ γὰρ ἐπὶ ἐνίοτε ὁ φλεγματώδης
13. γεννᾶται χυμός. ἀλλὰ καὶ τοῖς τὸ σῶμα κατὰ
14. ἐκκρίσεις ἕπονται διὰ μὲν τῶν ἱδρώτων, ὡς ἐπὶ τὸ πλεῖστον
15. σπασμοὺς ἢ ἐμέτων ἢ γαστρὸς ἐπαγωγῆς, ὥστε καὶ
16. διὰ τούτων ἐκκαθαίρεται, ὃ πρὸς μὲν τοὺς ἀφορισμοὺς
17. ἔφη, πυρετὸν ἐπὶ σπασμῶν βέλτιον γενέσθαι ἢ καὶ ἐπὶ
18. πυρετῷ. σπασμὸς δ’ ἐστὶ καὶ ἡ ἐπιληψία παντὸς τοῦ σώματος.
1. ἐν δὲ πρώτῳ τῶν ἐπιδημιῶν οὕτως ἔγραψεν· ἀσφαλέστατος
2. δὲ πάντων καὶ ῥήϊστος, μακρότατος ὁ τεταρταῖος.
3. οὐ γὰρ μόνος αὐτὸς ἀφ’ ἑαυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ
4. νοσημάτων ἑτέρων μεγάλων ῥύεται. πρόδηλον δ’ ὅτι τοῖς
5. ὑπὸ τεταρταίου πυρετοῦ φθάνουσιν ἐνοχλεῖσθαι, γενέσθαι
6. τὴν ἐπιληψίαν ἀδύνατον. ὅπου γὰρ καὶ οὖσαν ἤδη τεταρταῖος
7. πυρετὸς εἴωθε παύειν, πολὺ δή που μᾶλλον οὐκ ἂν
8. ἐπιτρέπειν γενέσθαι τὴν μηδέπω πρόσθεν οὖσαν.

Cliquer un n° de page pour en afficher l’image