11. Ἀνθ’ οἵων αἱ νοῦσοι.
13. Τοῦτο τοῖς προγεγραμμένοις ἐπεφώνησε, δύναμιν ἔχον
14. τοιαύτην, ἀνθ’ οἵων νούσων οἷαι νοῦσοι γίνονται καλὸν ἐπίστασθαι.
15. προσυπακοῦσαι γὰρ δεῖ τοιοῦτον ὥσπερ γὰρ ὁ
16. τεταρταῖος ἐπιληψίαν ἰᾶται καὶ πυρετὸς ὁστισοῦν σπασμὸν
17. ἢ καὶ κατάῤῥουν καὶ ἆσθμα, κατὰ τὸν αὐτὸν τρόπον
1. ὀφθαλμίαν μὲν διάῤῥοια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ
2. πλευρῖτις περιπνευμονίαν, λήθαργον φρενῖτις. ἔμπαλιν δὲ
3. οὐκ ἐπ’ ἀγαθῷ φρενῖτις μὲν εἰς λήθαργον, πλευρῖτις δὲ εἰς
4. περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμοῤῥοῒς
5. ὤφθη πολλάκις ἀρχομένην γε κωλύουσα καὶ ἤδη γεγενημένην
6. ἰασαμένη καὶ σπλῆνα σκιῤῥούμενον, ἀλλὰ καὶ οἱ
7. κιρσοὶ τὰ αὐτὰ τοιαῦτα θεραπεύουσι, ποδάγρας τε καὶ
8. ἀρθρίτιδας.