ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
ΥΠΟΜΝΗΜΑΤΑ.
2. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς
3. ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ
4. δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ
5. καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν.
1. Ὅτι μὲν οὖν οὗτος ὁ λόγος, εἴθ’ εἷς ἀφορισμός ἐστιν
2. εἴτε δύο, προοίμιον ὑπάρχει τοῦ παντὸς συγγράμματος ὡμολόγηται
3. σχεδὸν ἅπασι τοῖς ἐξηγησαμένοις αὐτόν. τί δὲ βουλόμενος
4. ὁ Ἱπποκράτης ἐχρήσατο τοιούτῳ προοιμίῳ τῶν
5. ἀπορωτάτων ἐστί. τάχα δ’ ἂν εὕροιμεν αὐτὸ, τὰ κατὰ
6. μέρος ἅπαντα τοῦ λόγου προδιασκεψάμενοι. τὸν μὲν βίον
7. ὅτι τῇ τέχνῃ παραβάλλων ἔφη βραχὺν ἅπασι σχεδὸν
8. τοῖς ἐξηγησαμένοις τὸ βιβλίον πρόδηλον· τὴν τέχνην δ’
9. αὐτὴν διὰ τοῦτο ὑπολαμβάνω ἡγεῖσθαι μακρὰν, ὅτι τόν τε
10. καιρὸν ὀλίγου δεῖν ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν ὀλιγοχρόνιον
11. ἔχει καὶ κατὰ τοῦτο δύσληπτον, ὡς μακρᾶς δεῖσθαι
12. τριβῆς, τὸν διαγνωσόμενον αὐτήν. ὀργάνοιν τε δυοῖν
13. ὄντοιν ὑφ’ οἷν εὑρίσκεται τὰ κατὰ τὰς τέχνας τὸ μὲν ἕτερον,
14. ἡ πεῖρα, σφαλερόν ἐστι, τὸ δ’ ἕτερον, ἡ ἐκ λόγου κρίσις,
15. οὐκ εὐπετὲς, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν δυσκολωτάτων.
16. ὁ μὲν οὖν καιρός ἐστιν ὀξὺς διὰ τὸ τῆς ὕλης ῥευστὸν, ἣν
17. ἡ τέχνη μεταχειρίζεται· εὐμετάβλητον γὰρ ἡμῶν τὸ σῶμα
18. καὶ ῥᾳδίως ἀλλοιούμενον οὐχ ὑπὸ τῶν ἔξωθεν αἰτίων μόνον,
1. ἀλλὰ καὶ ἐξ ἑαυτοῦ. σφαλερὰ δὲ ἡ πεῖρα, διὰ τὸ τῆς ὕλης
2. ἀξίωμα, οὐ γὰρ δὴ διὰ τὸ μεταβάλλειν ἑτοίμως, ἐν γὰρ τῷ
3. τοῦ καιροῦ βραχυχρονίῳ περιέχεται τοῦτο. τὴν κρίσιν δὲ,
4. εἰ μὲν, ὡς ἐγώ φημι, τὸν λόγον ἀκούει τις, εὔδηλον δή που
5. τὸ χαλεπώτατον αὐτοῦ μέχρι τήμερον ἔτ’ ἀμφισβητούμενον·
6. εἰ δ’, ὡς ἔνιοι τῶν ἐμπειρικῶν ὑπονοοῦσι, τὴν τῶν ἀποβαινόντων
7. ἐκ πείρας ἐπίκρισιν καὶ οὕτως εὔδηλον τὸ δυσκατόρθωτον
8. αὐτῆς. ἀλλ’ ὅτι γε δογματικός ἐστιν ὁ γράψας
9. τὸ βιβλίον ἐν ὅλῳ τῷ συγγράμματι δειχθήσεται. τὸ μὲν
10. οὖν πρότερον αὐτοῦ μέρος τοῦ προοιμίου, κατὰ τουτὶ τελευτᾷ·
11. τὸ δὲ δεύτερον οὐχ ὡς ἀποφαινόμενος, ἀλλ’ ὡς
12. συμβουλεύων γράφει. δεῖ δ’ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ
13. δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς
14. παρέοντας καὶ τὰ ἔξωθεν· δυνάμει τοῦτο λέγων, ὡς εἰ μέλλεις
15. ἐξετάζειν τε καὶ βασανίζειν τῶν ἐν τῷδε τῷ βιβλίῳ
16. γεγραμμένων τὴν ἀλήθειαν, οὐ μόνον αὐτόν σε χρὴ τὸν ἰατρὸν
17. ἅπαντα πράττειν προσηκόντως, ἀλλ’ καὶ τὸν νοσέοντα
1. καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ καὶ πρὸς τούτοις ἔτι, τὰ ἔξωθεν,
2. ἀμέμπτως ἔχειν ἅπαντα. γενήσεται τοίνυν ὁ μὲν πρότερος
3. λόγος, ἓν τόδε τὸ κεφάλαιον ἔχων, ὁ βίος βραχὺς, ἡ δὲ
4. τέχνη μακρά. τὰ γὰρ ἑξῆς ἅπαντα τοῦ μακρὰν εἶναι τὴν
5. τέχνην ἀποδείξειν ἔχει. μετὰ δὲ τοῦτον καὶ ὁ δεύτερος οἷον
6. συμβουλὴν ἢ συνθήκην τινὰ πρὸς τοὺς ἀναγνωσομένους τε
7. καὶ κρινοῦντας αὐτοῦ τὸ σύγγραμμα φέρων. τί δή ποτ’
8. οὖν αὐτῷ βούλεται τὸ προγράψαι ἐν ἀρχῇ τοῦ βιβλίου τὸ,
9. βραχὺν εἶναι τὸν βίον, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος; ἐξ
10. ἀρχῆς γὰρ ἡμῖν τοῦτο προὔκειτο. ἔνιοι μὲν οὖν βούλονται
11. προτροπῆς ἕνεκεν τῶν ἀσκησόντων ἀξιολόγως τὴν τέχνην,
12. ἔνιοι δ’ ἀποτροπῆς, ἔνιοι δ’ οἷον ἀποπείρας τινὸς καὶ διακρίσεως,
13. τῶν τε ἀσκησόντων ἀξιολόγως τὴν τέχνην καὶ τῶν
14. μή. ἔτι δὲ τὴν αἰτίαν ἀποδιδόναι φασὶν αὐτὸν ἐν τῷδε,
15. τοῦ δεῖν γράφειν συγγράμματα, τινὲς δὲ τοῦ ἀφοριστικά.
16. τινὲς δὲ οἴονται τοῦ στοχαστικοῦ τῆς τέχνης ἐν τούτῳ τῷ
17. λόγῳ τὰς αἰτίας αὐτὸν εἰρηκέναι, ἄλλοι δὲ παρ’ ὅσας αἰτίας,
1. ἀποτυγχάνουσιν οἱ ἰατροί. οὗτοι μὲν οὖν, ἵν’ ἀπὸ
2. τῶν ὑστάτων πρῶτον ἄρξωμαι, παντάπασί μοι δοκοῦσιν οὐδὲν
3. πρὸς ἔπος ἀποφαίνεσθαι. τί γὰρ ἂν εἴη σοφὸν ἢ τῆς
4. Ἱπποκράτους ἄξιον γνώμης, ἀρχόμενον εὐθὺς τοῦ
5. συγγράμματος, ἢ ὅτι στοχαστικὴ τίς ἐστιν ἡ τέχνη διδάσκειν
6. ἢ ὅτι γε τοῦ τέλους ἁμαρτάνομεν, ἤτοι δι’ ἡμᾶς αὐτοὺς
7. ἢ διὰ τὸ τῆς τέχνης αὐτῆς μέγεθος; ἀλλὰ καὶ τό· δεῖ
8. δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ
9. τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν, τοὐναντίον
10. ἅπαν ἐνδείκνυται. πρέπει γὰρ ταῦτα πάντα γράφειν τῷ
11. πάντα ἐπαγγελλομένῳ, τὰ κατὰ τὸ βιβλίον ὑπάρχειν ἀληθῆ
12. μᾶλλον ἢ ὅστις ὁμολογεῖ διὰ πολλὰς αἰτίας ἁμαρτάνειν τοῦ
13. τέλους. οὐ γὰρ ἂν εἶπε δεῖ δέ· ἀλλὰ μετὰ τὸ γράψαι, ὁ
14. βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ
15. πεῖρα σφαλερὰ, ἡ δὲ κρίσις χαλεπὴ, προσέθηκεν ἂν καὶ ὁ
16. ἰατρὸς δὲ καὶ αὐτὸς ἁμαρτάνει καὶ οἱ ὑπηρετοῦντες αὐτοῖς.
17. οὐ μὴν οὐδ’ ὅσοι φασὶν ἀποτρέπειν αὐτὸν, ἐξ ὧν τὸν μὲν
1. βίον εἶπε βραχὺν, τὴν δὲ τέχνην μακρὰν, οὐδ’ οὗτοί μοι
2. δοκοῦσι προσηκόντως λέγειν. ἐσχάτης γὰρ ἠλιθιότητος, ἅμα
3. τε γράφειν συγγράμματα καταλείποντα τοῖς μετ’ αὐτὸν ἀνθρώποις
4. ὡς δή τι χρήσιμον, ἅμα τε κατὰ τὴν ἀρχὴν εὐθὺς
5. ἀποτρέπειν, οὐκ ἀπὸ τῆς τοῦδε τοῦ συγγράμματος
6. ἀναγνώσεως ἢ μαθήσεως τῶν γεγραμμένων, ἀλλὰ καὶ τῆς
7. ὅλης τέχνης ἣν ἐπαγγέλλεται διδάσκειν. ὅσοι δὲ προτρέπειν
8. φασὶν αὐτὸν ἐπὶ τὸ φιλοπόνως ἀναλαμβάνειν τὴν τέχνην,
9. μὴ γὰρ ἂν ἄλλως αὐτὴν δυνηθῆναι γνωσθῆναι πᾶσαν, ἐν
10. βραχεῖ χρόνῳ, μακρὰν οὖσαν, εἰ καὶ ἀληθές τι λέγουσιν,
11. ἀλλ’ οὐκ ἄξιόν γέ μοι δοκοῦσι τὸ προοίμιον ἀποφαίνειν,
12. οὔτε τῆς γνώμης τἀνδρὸς οὔτε τῶν κατὰ βιβλίον εἰρημένων,
13. ὥσπερ οὐδ’ οἱ πειραστικὸν εἶναι τῶν προσερχομένων
14. τῇ τέχνῃ τὸν λόγον ὑπειληφότες. ἔστι μὲν γὰρ ἀληθὲς,
15. ὡσπερ εἴρηται καὶ Πλάτωνι, τὸ πεῖραν οὕτω μάλιστα γίνεσθαι
16. τῆς προαιρέσεως τῶν ἀναληψομένων ἡντιναοῦν
17. τέχνην, εἰ μεγάλην τε καὶ χαλεπὴν αὐτοῖς εἶναι τὴν διδασκαλίαν
18. ἐπιδεικνύοιμεν, ἀλλ’ οὔτε διὰ βιβλίου τὸ τοιοῦτον,
1. ἀλλ’ ἐν ταῖς συνουσίας γίνεται, οὔτε πρέπον μοι δοκεῖ εἶναι
2. ἐν τῷ παρόντι συγγράμματι. χρὴ γὰρ τὸ προοίμιον οἰκεῖον
3. εἶναι τῶν κατὰ τὸ βιβλίον εἰρησομένων, εἰ μὴ ἄρα πρώτους
4. ἁπάντων ἀναγινώσκεσθαι βούλεται τοὺς ἀφορισμοὺς
5. καὶ διὰ τούτου κοινὸν ὅλης τῆς τέχνης ἐν τῷ προοιμίῳ τοῦ
6. συγγράμματος ἐποιήσατο τὸν λόγον ἐνδεικνύμενος διὰ τούτου,
7. μὴ πάντων τῶν βουληθέντων εἶναι μάθημα τὴν ἰατρικὴν
8. μακρὰν οὖσαν τέχνην, ἀλλὰ τῶν καὶ χρόνον ἱκανὸν
9. ἐχόντων ἐν ᾧ μαθήσονται καὶ φύσιν ἐπιτηδείαν. εἰ δ’
10. ὅλως πιθανὸν εἶναι δόξειε τὸ κοινὸν ἁπάσης τῆς τέχνης
11. αὐτὸν πεποιῆσθαι τὸ προοίμιον, οὐδ’ ἐκείνους ἄν τις μέμψοιτο
12. τοὺς φάσκοντας αἰτίαν ἀποδίδοσθαι τοῦ συγγράφειν.
13. ἐποιήσατο δὲ ἐν τῷ κατ’ ἰητρεῖον ἁπασῶν τῶν ἀναγνώσεων
14. προοίμιον κοινὸν, ὡς ἐν τῇ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει
15. δείκνυται. ὅσοι τοίνυν ἢ τοῦ τρόπου τῆς διδασκαλίας ἢ
16. ὅλως τῆς χρείας τῶν συγγραμμάτων αἰτίαν ἀποδίδοσθαι
17. κατὰ τὸ προοίμιόν φασιν, οὗτοί μοι δοκοῦσιν ἄμεινόν τι
18. τῶν ἄλλων γινώσκειν. τό τε γὰρ ἀφοριστικὸν εἶδος τῆς διδασκαλίας,
1. ὅπερ ἐστὶ τὸ διὰ βραχυτάτων ἅπαντα τὰ τοῦ
2. πράγματος ἰδία περιορίζειν, χρησιμώτατον τῷ βουλομένῳ
3. μακρὰν τέχνην διδάξαι ἐν χρόνῳ βραχεῖ· τό τε ὅλως
4. διὰ τοῦτο συγγράφειν, ὅτι ὁ βίος βραχύς ἐστιν, ὡς πρὸς τὸ
5. τῆς τέχνης μέγεθος εὐλογώτατον. οὐδεὶς γὰρ ἡμῶν ἱκανός
6. ἐστι συστήσασθαί τε ἅμα καὶ τελειῶσαι τὴν τέχνην, ἀλλ’
7. ἀγαπητὸν εἰ πολλοῖς ἔτεσι τὰ τῶν ἔμπροσθεν οἱ μετέπειτα
8. παραλαμβάνοντες καὶ τι προστιθέντες αὐτοὶ συντελέσαιμέν
9. ποτε αὐτήν. ἤτοι γὰρ διὰ θάτερον τούτων ἢ δι’ ἄμφω
10. δοκεῖ μοι τοιούτῳ τινὶ κεχρῆσθαι τῷ προοιμίῳ, ὡς εἰ καὶ
11. οὕτως ἔγραψεν· ἐπειδὴ τὸ τῆς τέχνης μέγεθος ὑπὲρ τὸν
12. βίον ἐστὶ τὸν ἀνθρώπειον ὡς ἀδύνατον εἶναι, κἂν πάνυ τις
13. εἴη φιλόπονος, ἄρξασθαί τε ἅμα καὶ τοῦ τέλους τοῦ κατ’
14. αὐτὴν ἐφικέσθαι. διὰ τοῦτ’ ἄριστόν ἐστιν, ὅσα τις ἔγνω
15. τοῖς μετέπειτα καταλιπεῖν ἐν συγγράμμασιν, ἀκριβῶς τε ἅμα
16. καὶ ταχέως καὶ σαφῶς ἅπασαν τὴν τῶν διδασκομένων πραγμάτων
17. φύσιν ἑρμηνεύοντα. τοῦ μέντοι τὴν τέχνην εἶναι μακρὰν
18. ἀπόδειξίς ἐστι τὰ ἐπιφερόμενα ταῦτα, ὁ δὲ καιρὸς ὀξὺς, ἡ
1. δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. ὡς εἰ καὶ οὕτως
2. ἔλεγεν, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὅτι ὁ καιρὸς
3. καὶ ἡ πεῖρα σφαλερὴ καὶ ἡ κρίσις χαλεπή. διὰ τοῦτο γὰρ
4. καὶ ἡ τέχνη μακρὰ, διότι καὶ ὁ τῶν πραττομένων καιρὸς
5. ἐν αὐτῇ ὀξύτατός ἐστι, τουτέστι στενότατός τε καὶ ὀλιγοχρονιώτατος
6. καὶ πρὸς τούτοις τῶν ὀργάνων τῶν εὑρισκόντων
7. τὰ βοηθήματα δυοῖν ὄντοιν, λόγου καὶ πείρας, ἐπισφαλὴς
8. μὲν ἡ πεῖρα, χαλεπὸς δ’ ὁ λόγος, τουτέστιν οὐ ῥᾴδιον
9. δυνάμενος γνωσθῆναι θατέρῳ. ὅτι δ’ ἀληθές ἐστιν ἕκαστον
10. τῶν εἰρημένων, οὐ χαλεπὸν ἐπιδεῖξαι διὰ βραχέων. ὁ μὲν
11. γὰρ καιρὸς ὀξὺς διὰ τὴν τῆς τέχνης ὕλην, λέγω δὲ τὸ σῶμα
12. ῥέον ἀεὶ καὶ μεταβαλλόμενον ἐν ἀκαριαίῳ χρόνῳ. ἐπισφαλὴς
13. δὲ ἡ πεῖρα καὶ αὐτὴ διὰ τὴν ὕλην. οὐ γὰρ πλίνθοι
14. καὶ πηλὸς καὶ ξύλα καὶ λίθοι καὶ κέραμος καὶ σκύτη,
15. καθάπερ ἄλλων τεχνῶν ἡ ὕλη τῆς ἰατρικῆς ἐστὶν, ἐν οἷς
16. ἄλυπον τὸ πειρᾶσθαι πολυειδῶς καὶ γυμνάζεσθαι παρὰ τὴν
17. ὕλην ἀσκοῦντα καὶ μελετῶντα τὰ θεωρήματα, καθάπερ ἐν
18. ξύλοις μὲν οἱ τέκτονες, ἐν δέρμασι δ’ οἱ σκυτοτόμοι. ξύλα
1. μὲν γὰρ καὶ σκῦτος διαφθεῖραι κακῶς μεταχειριζόμενον οὐδεὶς
2. κίνδυνος· ἐπ’ ἀνθρωπείου δὲ σώματος πειρᾶσθαι τῶν
3. ἀπειράστων οὐκ ἀσφαλὲς, εἰς ὄλεθρον ὅλου τοῦ ζώου τῆς
4. κακῆς πείρας τελευτώσης. καὶ μὴν καὶ ἡ κρίσις, ὁ λόγος δ’
5. ἂν ἡ κρίσις εἴη, τῷ κρίνεσθαι παρ’ αὐτοῦ τὰ ποιητέα,
6. χαλεπὸς καὶ δυσθήρατός ἐστιν ὅ γε ἀληθὴς, ὡς δηλοῖ
7. καὶ τὸ πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων.
8. οὐ γὰρ ἂν εἴπερ οἷόν τ’ ἦν ῥᾳδίως εὑρεθῆναι τὸ ἀληθὲς, εἰς
9. τοσοῦτον ἧκον ἀντιλογίας ἀλλήλοις οἱ ζητήσαντες αὐτὸ,
10. τοιοῦτοί τε καὶ τοσοῦτοι γενόμενοι. τοῖς δ’ ἐμπειρικοῖς
11. οὐχ ὁ λόγος εἰρῆσθαι δοκεῖ κρίσις, ἀλλ’ ἡ τῶν διὰ τῆς
12. πείρας εὑρισκομένων βοηθημάτων ἐπίκρισις. ὄντως γὰρ καὶ
13. τοῦτο χαλεπὸν καὶ δυσθήρατον, ὅταν πολλῶν ἰαμάτων τῷ
14. κάμνοντι γεγενημένων ἕν τι ἐξ αὐτῶν αἰτιᾶται τῆς ὠφελείας
15. ἢ βλάβης. εἰ γὰρ οὕτως ἔτυχε κοιμηθέντος καλῶς
16. αὐτοῦ καὶ καταιωνηθέντος ἐφεξῆς καὶ καταπλασθέντος ἐπὶ
17. τούτῳ, κἄπειτα κλυσθέντος ἢ αὐτομάτως τῆς γαστρὸς ἐνδούσης,
18. εἶτα καὶ τραφέντος τοιάσδε τινὰς τροφὰς, κἀπὶ
1. τούτοις ἅπασιν ὠφεληθέντος ἢ βλαβέντος οὐ ῥᾴδιον
2. εἰπεῖν διὰ τί τῶν γεγενημένων συνέβη τὸν ἄῤῥωστον ὠφεληθῆναι
3. ἢ βλαβῆναι. διὰ ταῦτ’ οὖν ἅπαντα ἡ κρίσις χαλεπή.
4. συγκεφαλαιωσόμεθα γοῦν ἤδη τὸν λόγον. ἡ μὲν
5. τέχνη μακρὰ γίνεται, ἑνὸς ἀνθρώπου παραμετρουμένη βίῳ.
6. χρήσιμον δὲ τὸ καταλιπεῖν συγγράμματα καὶ μάλιστα τὰ
7. σύντομά τε καὶ ἀφοριστικά· εἴς τε γὰρ αὐτὴν τὴν πρώτην
8. μάθησιν καὶ εἰς τὴν ὧν ἔμαθέ τις ὠφεληθῆναι μνήμην καὶ
9. εἰς τὴν ὧν ἐπελάθετό τις μετὰ ταῦτα ἀνάμνησιν ὁ τοιοῦτος
10. τρόπος τῆς διδασκαλίας ἐπιτήδειος. ὁμολογεῖ δὲ τούτοις
11. καὶ τὸ ἐπιφερόμενον. ὡς γὰρ ὑπὲρ τοῦ συγγράμματος
12. αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ λεχθησομένων προοιμίου γεγονότος
13. εἰκότως ἐπιφέρων ἐρεῖ· δεῖ δ’ οὐ μόνον ἑωυτὸν παρέχειν
14. τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας
15. καὶ τὰ ἔξωθεν. εἰ μέλλοι τις κρῖναι, φησὶ, ποτὲ
16. τὰ κατὰ τὸ βιβλίον εἰς ὅσον ἀληθείας ἥκει, οὐ μόνον
17. ἑαυτὸν παρεκτέον ἐστὶ, τὰ δέοντα ποιέοντα καὶ μηδὲν τῶν
1. χρησίμων τῷ νοσοῦντι παραλείποντα, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον
2. εὐπειθῆ τε ἅμα καὶ μηδὲν ἰδίᾳ χαριζόμενον ἡδονῇ πεφυκέναι,
3. καὶ μέντοι καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους καὶ
4. δὴ καὶ τὰ ἔξωθεν ἅπαντα συμπαρεσκευασμένα. καὶ γὰρ δι’
5. ἐκεῖνα πολλάκις ἤτοι τὴν πρόγνωσιν ἢ τὴν θεραπείαν ἢ
6. ἄμφω συνέβη διακοπῆναι, τὰ δ’ ἔξωθέν ἐστι, τά τε κατὰ
7. τὰς οἰκήσεις ἐπιτηδείους οὔσας ἢ καὶ ἐνοχλουμένας ἢ οὐκ
8. ἐνοχλουμένας, καὶ ἔτι τὰ προσαγγελλόμενα καὶ πραττόμενα
9. θυμὸν ἢ λύπην, ἤ τι τοιοῦτον ἕτερον ἐργαζόμενα τῷ νοσοῦντι
10. καὶ προσέτι τὰ νύκτωρ αὐτῷ τὸν ὕπνον διακόπτοντα
11. μυρία ἐπὶ μυρίοις ὄντα. εἰ οὖν, φησὶν, ἅπαντα ταῦτα
12. καλῶς καὶ ἀμέμπτως ἔχει τῶν κατὰ τοῦτο τὸ βιβλίον αὐτῷ
13. γεγραμμένων, οὐδὲν εὑρεθήσεται ψεῦδος.