2. Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς
3. διαιτᾷν. ὁκόσοισι δὲ ὕστερον ἡ ἀκμὴ ἐς ἐκεῖνο καὶ πρὸ
4. ἐκείνου σμικρὸν ἀφαιρετέον. ἔμπροσθεν δὲ πιωτέρως
5. διαιτᾷν ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.
7. Καὶ οὗτος ὁ λόγος τῆς αὐτῆς ἔχεται γνώμης. εἴρηται
8. δὲ καθολικώτερον τοῦ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ
9. κατοξέων τῶν νοσημάτων ἔλεγεν, ὡς αὐτίκα τῇ λεπτοτάτῃ
10. διαίτῃ χρηστέον ἐπ’ αὐτῶν. ἐν ταύτῃ δὲ ἁπλῶς
11. ἀποφαίνεται περὶ πάντων τῶν νοσημάτων, ὧν αὐτίκα ἡ
12. ἀκμὴ, τουτέστιν οὐ μετὰ πολὺ τῆς πρώτης εἰσβολῆς, ταύτῃ
13. κελεύων λεπτῶς διαιτᾷν. τὰ δ’ ἐφεξῆς δῆλα τῆς αὐτῆς ἐχόμενα
14. γνώμης.