17. Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. τὸ προστιθέναι
1. γὰρ βλάπτει. καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται,
2. ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.
4. Τὸ μὲν τῆς ὅλης διαίτης εἶδος ἐν ἑκάστῳ τῶν νοσημάτων
5. ἀπὸ δυοῖν σκοποῖν ἐκέλευσεν ἡμᾶς λαμβάνειν, ἔκ τε
6. τῆς μελλούσης τοῦ ὅλου νοσήματος ἀκμῆς καὶ τῆς τοῦ κάμνοντος
7. δυνάμεως. ὡς δ’ ἄν τις καὶ τὰς κατὰ μέρος προσφορὰς
8. ποιοῖτο προσηκόντως ἐν τῷδε λόγῳ διδάσκει, τοὺς
9. παροξυσμοὺς ἀξιῶν φυλάττεσθαι. σαφέστερον δὲ αὐτὸς ἐν
10. τῷ περὶ διαίτης ὀξέων εἶπεν, ὡς ἂν μήτ’ ὄντων ἤδη μήτε
11. ὅσον οὔπω μελλόντων ἔσεσθαι τῶν παροξυσμῶν διδῶμεν
12. τροφὰς, ἀλλὰ δηλονότι δεῖ διδόναι παρακμαζόντων τε καὶ
13. παυομένων.