16. Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν
17. αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων
1. πρὸς ἀλλήλας ἀνταποδόσιες ἤν τε καθ’ ἡμέρην ἤν
2. τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται.
3. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι
4. πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχὺν,
5. ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα
6. καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα
7. καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ.
9. Εἰ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ περὶ διαίτης ἀναμνησθείημεν,
10. ἐναργεστέρα ἡμῖν ἡ χρεία φανεῖται νῦν τῶν
11. λεγομένων. τὰ δὲ προειρημένα ταῦτά ἐστιν. τὸ μὲν τῆς ὅλης
12. διαίτης σχῆμα πρὸς δύο σκοποὺς ἀποβλέπων ἐποιεῖτο, τήν
13. τε δύναμιν τοῦ κάμνοντος καὶ τὴν κατάστασιν τοῦ νοσήματος.
14. τὸ γὰρ εἴτε κάτοξυ εἴτε ὀξὺ εἴτε χρόνιον ἔσοιτο τὸ
15. νόσημα καὶ ὁπηνίκα μάλιστα τὴν ἀκμὴν ἀπολήψοιτο, τὴν
16. κατάστασίν ἐστι τοῦ νοσήματος σκοπεῖν. τὰς δὲ κατὰ μέρος
17. προσφαρὰς τῶν σιτίων τοῖς κατὰ μέρος παροξυσμοῖς
1. ἐτεκμαίρετο. τριῶν οὖν ὄντων σκοπῶν εἰς τὸ τελέως καὶ
2. ἀνελλιπῶς διαιτᾷν, πρώτου μὲν τῆς δυνάμεως τοῦ κάμνοντος,
3. δευτέρου δὲ τῆς καταστάσεως τοῦ νοσήματος, ἐπ’ αὐτοῖς
4. δὲ τρίτου τῶν κατὰ μέρος παροξυσμῶν, τὴν μὲν δύναμιν
5. οἷόν τέ ἐστιν εὐθὺς εἰσελθόντα διαγινώσκειν, ἀπὸ τῶν σφυγμῶν
6. δηλονότι καὶ τῶν ἄλλων, ἅπερ αὐτὸς ἐν τῷ προγνωστικῷ
7. διῆλθεν. ὅθεν οὐδὲ ἀδύνατον ἔφησέ τις εἶναι διαγνῶναι
8. μέγεθος δυνάμεως. ἀλλ’ εἰ καὶ μὴ δυνατὸν
9. ἀκριβῶς αὐτῆς ἐξευρεῖν τὸ ποσὸν, τῷ τεχνικῷ γοῦν στοχασμῷ
10. πλησίον ἀφικνεῖσθαι συγχωροῦσιν ἅπαντες. τὴν
11. δὲ τοῦ νοσήματος κατάστασιν ὁποία τις ἔσται καὶ τοὺς
12. κατὰ μέρος παροξυσμοὺς πολλοῖς τῶν ἰατρῶν ἀδύνατον
13. ἔδοξε διαγνῶναι, οὐ μὴν Ἱπποκράτει γε. ἀλλὰ κᾀνταῦθα
14. καθάπερ ἐπὶ τῶν ἄλλων, πολλάκις μὲν ἀκριβῶς καὶ ὡς ἂν
15. εἴπῃ τις ἐπιστημονικῶς, πολλάκις δὲ στοχαστικῶς μὲν, ἀλλ’
16. οὐκ ἀτέχνως, οὐδὲ πόῤῥῳ τῆς ἀληθείας, ἀλλ’ ἐγγὺς καὶ
17. πλησίον ἀφιξόμεθα, τήν τε μέλλουσαν ἀκμὴν προγινώσκοντες
18. καὶ τὰς ἀνταποδόσεις τῶν παροξυσμῶν. ἐπὶ πλέον μὲν
1. οὖν αὐτὰ διά τε τοῦ προγνωστικοῦ καὶ διὰ τῶν ἐπιδημιῶν
2. ἐκδιδάσκει καὶ ἡμεῖς κατὰ τὴν γνώμην τοῦ παλαιοῦ μετὰ
3. τῆς προσηκούσης ἐξηγήσεως τὰς ῥήσεις αὐτοῦ παρεθέμεθα
4. κατὰ τὸ πρῶτον περὶ κρίσεων, δεικνύντες ὅπως ἄν τις μάλιστα
5. δύναιτο προγινώσκειν τὴν μέλλουσαν ἀκμήν. νυνὶ δὲ
6. διὰ κεφαλαίων αὐτοῦ τῷ Ἱπποκράτει λέλεκται τὸ πᾶν, ἡμεῖς
7. τε καθόσον οἷόν τε διὰ συντόμων αὐτὰ σαφηνιοῦμεν. οἷς
8. δὲ φροντὶς ἐπιμελῶς ἐκμαθεῖν ἅπασαν τὴν περὶ ταῦτα μάθησιν,
9. ἐπὶ τὸ περὶ κρίσεων ὑφ’ ἡμῶν γεγραμμένον πορευέσθωσαν.
10. αὗταί τε αἱ νόσοι καὶ τὰς τῶν παροξυσμῶν ἀναλογίας
11. δηλώσουσι καὶ τὰς ἑαυτῶν δὲ καταστάσεις οὐδὲν
12. ἧττον. οἷον ἐν μὲν τοῖς διαλείπουσιν, ὅτι ὁ μὲν τριταῖος
13. ταχυκρίσιμος, ὁ δ’ ἀμφημερινὸς ὅτι χρόνιος, ὁ δὲ τεταρταῖος
14. ἔτι καὶ τοῦδε χρονιώτερος. ἐν δὲ τοῖς συνεχέσιν οἱ
15. μὲν καυσώδεις ὀξεῖς, οἱ δὲ τυφώδεις χρονιώτεροι, μέσοι δ’
16. ἀμφοῖν οἱ ἡμιτριταῖοι. ὡς δ’ ἄν τις καὶ τούτους ἅπαντας
17. τοὺς πυρετοὺς εὐθὺς εἰσβάλλοντας γνωρίζοι, διὰ τοῦ δευτέρου
18. τῶν περὶ κρίσεων ἐπὶ πλεῖστον εἴρηται. οὐκοῦν χρὴ
1. μεταφέρειν εἰς τόνδε τὸν λόγον, ὅσα καλῶς ἐν ἄλλοις φθάνει
2. ἤδη λελέχθαι, οὐδὲ πολλάκις ἐν πολλαῖς περὶ τῶν αὐτῶν
3. πειρᾶσθαι λέγειν, ἀλλ’ ἀναμνῆσαι χρὴ μόνον, ὡς εἴπερ
4. οἷόν τ’ ἐστὶν ἐν ἀρχῇ γνωρίσαι τριταῖον εἰσβάλλοντα εὐθὺς
5. πυρετὸν, ἔστι λαβεῖν ἀπ’ αὐτοῦ ὅτι τε ταχυκρίσιμος ὅτι
6. τε διὰ τρίτης οἱ παροξυσμοὶ, καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον
7. ὑφ’ Ἱπποκράτους· τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας
8. δηλώσουσιν αἱ νοῦσοι. τεταρταίων γοῦν πυρετῶν ἀρχὰς
9. εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἡμεῖς γνωρίσαντες
10. πολλάκις οὐδὲν ἔτι τῆς ἀνταποδόσεως δεηθέντες ἐξ ἀρχῆς
11. κατεστησάμεθα τὸ τῆς διαίτης εἶδος, ὡς πρὸς νόσημα μετὰ
12. πάμπολυν χρόνον ἤρχετο μέλλον λαβεῖν τὴν ἀκμήν. οὕτω
13. δὲ καὶ ἀμφημερινῶν καὶ τριταίων ἑκατέρων κατὰ τὴν οἰκείαν
14. προθεσμίαν τῆς ἐσομένης ἀκμῆς. ὥσπερ δὲ ἐπὶ τῶν
15. πυρετῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων. πλευρῖτις
16. μὲν γὰρ καὶ περιπνευμονία καὶ φρενῖτις ὀξέα νοσήματα.
17. συνάγχη δὲ καὶ κυνάγχη καὶ χολέρα καὶ τέτανος κατόξεα.
1. ὕδερος δὲ καὶ μελαγχολία καὶ ἐμπύημα καὶ φθόη χρόνια.
2. καὶ οἱ παροξυσμοὶ δὲ πλευρίτιδι μὲν καὶ φρενίτιδι διὰ τρίτης
3. ὡς τὰ πολλὰ, τοῖς δὲ κατὰ γαστέρα καὶ καθ’ ἧπαρ
4. ἐμπυήμασί τε καὶ φθίσεσι καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον
5. εἰς νύκτα. τοῖς δ’ ἀπὸ σπληνὸς καὶ ὅλως μελαγχολικοῖς
6. διὰ τετάρτης. τὸ δὲ καὶ ὧραι τοῦ ἔτεος ἐφεξῆς εἰρημένων
7. αὐτῷ πρὸς τὰ εἰρημένα τὴν ἀναφορὰν ἔχει. καὶ γὰρ τὴν
8. κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς αἱ ὧραι
9. τοῦ ἔτεος ἅμα τῷ νοσήματι δύνανται δηλοῦν. οὐ γὰρ ἱκανὸν
10. ὅτι τεταρταῖος εἰσέβαλλε κατὰ τήνδε τὴν ἡμέραν
11. ἐπίστασθαι μόνον, ὡς ἐξ ἀρχῆς προγνῶναι τὸ σχῆμα
12. τῆς διαίτης, ὡς πρὸς χρόνιον νόσημα καταστήσασθαι, ἀλλὰ
13. καὶ εἴτε χειμῶνος, εἴτε ἔαρος, εἴτε θέρους, εἴτε φθινοπώρου
14. συνέβη τὴν ἀρχὴν ταύτην γενέσθαι, προσεπισκοπεῖσθαι
15. χρὴ γινώσκοντας ὅτι οἱ μὲν θερινοὶ τεταρταῖοι,
16. ὡς τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ
17. καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. ταῦτα γὰρ
18. ἐν τοῖς ἑξῆς αὐτὸς ἡμᾶς διδάξει, καὶ μὲν δὴ καὶ ὁ τριταῖος
1. πυρετὸς, ἔστι μὲν καὶ ἄλλως ταχυκρίσιμος, ἀλλ’ ἐν
2. θέρει πολὺ μᾶλλον ἤπερ ἐν τῷ χειμῶνι. καὶ τῶν ἄλλων
3. δὴ ἑκάστων νοσημάτων τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ
4. ὁ χειμὼν προστίθησιν. ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ τρίτης
5. μὲν τοὐπίπαν ἐν θέρει, διὰ τετάρτης δ’ ἐν φθινοπώρῳ,
6. καθ’ ἑκάστην δ’ ἡμέραν ἢ νύκτα χειμῶνος. ὡς δ’ ἐπὶ τῶν
7. ὡρῶν, οὕτω καὶ ἐπὶ τῶν κράσεων ἀνάλογον ἔχει, περὶ ὧν
8. καὶ αὐτὸς ὁ Ἱπποκράτης διεξῆλθε πολλάκις, οὐ μὴν ἐνταῦθά
9. γε εἶπεν ἐπιτρέψας ἡμῖν, ἐξ ἑνὸς ἀναμνησθῆναι περὶ
10. τῶν ἄλλων. ἃ γὰρ ἡ θερινὴ ὥρα, ταῦτα καὶ ἡ κρᾶσις τοῦ
11. νοσοῦντος, εἰ φύσει θερμοτέρα καὶ ξηροτέρα ᾖ καὶ ἡλικία
12. εἰ ἀκμάζουσα καὶ τὸ χωρίον, εἰ θερμὸν καὶ ξηρὸν συνενδείξεται
13. καὶ τὰ ἐπιτηδεύματα δηλονότι καὶ τὰ ἔθη τὰ ὁμοίων
14. ἔχοντα καὶ ἡ παροῦσα κατάστασις τοῦ περιέχοντος ἡμᾶς
15. ἀέρος, ὑπὲρ ὧν ἑξῆς διδάξει. οὕτως δὲ καὶ ὅσα περὶ φθινοπωρινῆς
16. ὥρας εἴς τε κατάστασιν νοσήματος καὶ εἰς ἀνταπόδοσιν
17. παροξυσμῶν ἐλαμβάνετο, ταῦτα καὶ περὶ τῆς τοῦ
1. κάμνοντος ἡλικίας καὶ φύσεως ἐπιτηδευμάτων τε καὶ ἐθῶν
2. καὶ τῆς χώρας, ἐν ᾗ νοσεῖ, καὶ τῆς τοῦ περιέχοντος ἐπιδημούσης
3. κράσεως οἷόν τέ ἐστι λαβεῖν. ἐκ μὲν δὴ τούτων
4. εὔδηλον ὅτι τήν τε κατάστασιν τοῦ νοσήματος καὶ τοὺς
5. παροξυσμοὺς γνωσόμεθα, τὴν μὲν κατάστασιν, εἰ κάτοξυ
6. εἴη τὸ νόσημα ἢ χρόνιον, ὅπερ καὶ εἰς τὴν τῆς ἀκμῆς
7. πρόγνωσιν ἀναγκαῖόν ἐστι, τοὺς δὲ παροξυσμοὺς, εἰ διὰ
8. τρίτης ἢ διὰ τετάρτης ἢ καθ’ ἑκάστην ἡμέραν ἤ τινι τῆς
9. ἡμέρας ἢ τῆς νυκτὸς εἰσβάλλουσιν ὥρᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ
10. τοῦ ἀφορισμοῦ γεγραμμένον ἐφεξῆς ἴδωμεν, εἰ τῶν
11. αὐτῶν τούτων ὧν εἰρήκαμεν ἐπίδειξιν ποιεῖται. λέγει μὲν
12. γὰρ ὁ Ἱπποκράτης οὕτω. καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας
13. ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην, ἤν
14. τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. εὔδηλον δ’ ὅτι ἐπιδόσεις
15. τῶν περιόδων τὰς αὐξήσεις λέγει τῶν κατ’ αὐτὰς
16. παροξυσμῶν, αἵτινες ὅτι τόν τε χρόνον τῆς αὐξήσεως τοῦ
17. νοσήματος ἐπιδείκνυνται καὶ τὴν προθεσμίαν τῆς μελλούσης
18. ἀκμῆς. ἐνθάδε ἂν μάλιστα μάθοις, ἐπίδοσις δευτέρου
1. παροξυσμοῦ πρὸς τὸν πρότερον ἐν τρισὶ τούτοις ὁρᾶται, τῇ
2. ὥρᾳ τῇ παροξυντικῇ, τῷ μήκει τοῦ παροξυσμοῦ καὶ τῷ μεγέθει.
3. διοίσει δ’ οὐδὲν, οὐδ’ εἰ σφοδρότητα λέγοις. ἄμφω
4. γὰρ συνήθη τοῖς ἰατροῖς ἐστι τὰ ὀνόματα καὶ κατὰ τοῦ
5. αὐτοῦ πράγματος ἐπιφέρουσιν αὐτὰ πολλάκις, ἐνίοτε μὲν
6. μείζονα φάσκοντες τὸν πυρετὸν γεγονέναι τοῦ πρόσθεν, ἐνίοτε
7. δὲ σφοδρότερον. ἐνδέχεται δὲ τὸν σφοδρότερον τοῦτον πυρετὸν
8. ἤτοι τὰς ἴσας τῷ πρόσθεν ὥρας κατασχεῖν ἢ
9. ἐλάσσους ἢ πλείους, ὅπερ οὐ μέγεθος ἢ σφοδρότης, ἀλλὰ
10. μῆκος ἔσται παροξυσμοῦ. παροξυσμὸν δὲ ἀκούειν σε χρὴ
11. νῦν τὸ χεῖρον μόριον τῆς ὅλης περιόδου τὸ ἀπὸ τῆς πρώτης
12. εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, ὥσπερ γε τὸ ὑπόλοιπον τὸ
13. τῆς παρακμῆς ἄμεινον. ἐπειδὰν οὖν ὁ παροξυσμὸς εἴτε διὰ
14. τρίτης ἢ διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν γινόμενος
15. προλαμβάνῃ τὴν ἀναλογίαν καὶ προλαβὼν ἐπὶ πλείονα
16. χρόνον ἐκταθῇ, μετὰ τοῦ καὶ σφοδρότερον γενέσθαι, σαφὴς
17. μὲν ἡ αὔξησις τοῦ νοσήματος, εἰς ὁπόσον δὲ αὔξεται τὸ
1. καθ’ ἕκαστον τῶν εἰρημένων ἐνδείξεται. ὁ μὲν γὰρ πλείονά
2. τε χρόνον προλαμβάνων καὶ πλείονα παροξύνων καὶ πολλῷ
3. σφοδρότερον ἀξιόλογον μὲν ἐνδείξεται τὴν αὔξησιν, ταχεῖάν
4. τε τοῦ νοσήματος τὴν κίνησιν, ἐγγὺς δὲ τὴν ἀκμήν. οὐ
5. γὰρ ἐνδέχεται μεγάλας προσθήκας λαμβανόντων τῶν παροξυσμῶν
6. μὴ οὐχ ὑπόγυον ἔσεσθαι τὴν ἀκμὴν, ὁ δ’ ἐναντίος
7. παροξυσμὸς ὁ μικρὰς δηλονότι τὰς προσθήκας ποιούμενος
8. ἑκάστου τῶν εἰρημένων, ὅσον ἐπὶ τούτῳ τὴν ἀκμὴν ἐπιδείξεται
9. ποῤῥωτέραν γενήσεσθαι. τοῦτο οὖν αὐτὸ διὰ τῆς
10. τῶν περιόδων ἐπιδόσεως μαθησόμεθα τοῦ στοχάσασθαι
11. μετὰ πόσον ἔσται χρόνον ἡ ἀκμὴ τοῦ νοσήματος, ἔτι τε
12. τὴν ἀκριβῆ προθεσμίαν τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. χρήσιμον
13. δὲ τὸ μὲν πρότερον εἰς τὸ καταστήσασθαι τὴν ἰδέαν
14. τῆς καθόλου διαίτης, τὸ δὲ δεύτερον εἰς τοὺς κατὰ μέρος
15. καιροὺς τῶν τροφῶν, ὧν ἐξ ἀρχῆς αὐτῷ προὔκειτο διδάξαι
16. τοὺς σκοπούς. ὅτι δὲ περίοδον καλεῖ τὴν ἐπὶ τὸ αὐτὸ ὁμοίαν
17. ἐπάνοδον εὔδηλον δή που παντί. ἀλλὰ καὶ τοῖσιν
1. ἐπιφαινομένοισίν φησι τεκμαίρεσθαι χρῆναι, περί τε τοῦ
2. παροξυσμοῦ καὶ τῆς καταστάσεως ὅλου τοῦ νοσήματος. εἴτε
3. δὲ συμπτώματα καλεῖν εἴτε σημεῖα βούλοιτο ταῦτα τὰ ἐπιφαινόμενα
4. διήνεγκεν οὐδέν. ἀλλ’ ἐκεῖνο γινώσκειν ὑπὲρ
5. ἁπάντων τῶν συμπτωμάτων τε καὶ σημείων ἄμεινον ὡς τὰ
6. μὲν αὐτῶν ἐστι παθογνωμονικὰ, τὰ δὲ συνεδρεύοντα, τὰ δὲ
7. κρίσιμα, τὰ δὲ πέψεως, ἔνια δὲ ἀπεψίας, καὶ τὰ μὲν σωτηρίας,
8. ἄλλα δὲ ὀλέθρου δηλωτικά. τὰ μὲν οὖν παθογνωμονικὰ
9. συνεισβάλλει τῷ νοσήματι, τὰ δὲ συνεδρεύοντα ποτὲ
10. μὲν συνεισβάλλει, ποτὲ δ’ ἐπιγίνεται, ποτὲ οὐδ’ ὅλως
11. γίνεται· οὐ γὰρ ἀχώριστά ἐστι τοῦ νοσήματος, οὐδὲ τὴν
12. οὐσίαν αὐτοῦ συνίστησιν, ἀλλὰ τὰς οἰκείας ἐργάζεται διαφοράς.
13. τὰ δὲ ὑφ’ Ἱπποκράτους ὀνομαζόμενα κρίσιμα συμπτώματα
14. τῇ μὲν ἀκριβῶς πρώτῃ τῶν νοσημάτων ἀρχῇ
15. συνεισβάλλειν οὐ πέφυκε, ταῖς δ’ ἄλλαις δύο πέφυκε, περὶ
16. ὧν ὀλίγον ὕστερον ἐρῶ. πολλάκις δὲ οὐδ’ ἐν ταύταις, ἀλλ’
17. ἐν ταῖς ἀναβάσεσιν ἢ ἀκμαῖς τῶν νοσημάτων ἐπιφαίνεται.
1. τὰ δὲ τῆς πέψεως σημεῖα συνεισβάλλει μὲν οὐδὲ ταῦτα οὐδέποτε
2. τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ, περιορίζει δὲ τὴν
3. ὡς μέρος ἀρχὴν ὅλης τῆς νόσου. τὰ δὲ τῆς ἀπεψίας συνεισβάλλει
4. μὲν τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ καὶ μετὰ ταῦθ’
5. ὕστερόν ἐστιν ὅτε γίνεται, καθάπερ γε καὶ τὰ τοῦ θανάτου.
6. καὶ γὰρ καὶ τούτων ἡ γένεσις ἐξ ὑστέρου τῆς τοῦ
7. νοσήματος ἀρχῆς. νοσήματος δὲ ἀρχὴν, ὡς ἐδιδάξαμεν ἐν
8. τοῖς περὶ κρίσεων ὑπομνήμασι, τήν τε πρώτην εἰσβολὴν
9. ἀπλάτη προσαγορεύομεν καὶ τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος
10. ὅταν εἰς ἀρχὴν, ἀνάβασίν τε καὶ ἀκμὴν καὶ παρακμὴν
11. τέμνηται καὶ τὴν ἄχρι τῆς τρίτης ἡμέρας ἐκτεινομένην. ἐδιδάξαμεν
12. δὲ καὶ τὰς τῶν εἰρημένων ἁπάντων συμπτωμάτων
13. δυνάμεις ἐν ἐκείνῃ τῇ πραγματείᾳ, μετὰ τοῦ καὶ τὰς
14. ἀναγκαίας εἰς τοῦτο τῶν Ἱπποκράτους ἐξηγήσασθαι ῥήσεων,
15. ἀλλὰ καὶ νῦν ὡς ἐν ἐπιτομῇ λεχθήσεται καὶ περὶ αὐτῶν.
16. ὅστις δ’ ἂν ἐθέλῃ περὶ ταῦτα τὴν ὅλην τέχνην Ἱπποκράτους
17. ἐκμαθεῖν, ἐπ’ ἐκείνην ἀφικνείσθω τὴν πραγματείαν.
18. τοῖς οὖν ἐπιφαινομένοις τεκμαίρεσθαι συμβουλεύει περὶ τῆς
1. ὅλης καταστάσεως τοῦ νοσήματος, εἴτ’ ἐξ αὐτῶν ἓν νόσημά
2. τι προχειρισάμενος, φησὶν, οἷον ἐν πλευριτικοῖσιν πτύελον
3. αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ’
4. ὕστερον ἐπιφαίνηται, μηκύνει. μάθοις δ’ ἂν ὃ διδάσκει
5. σαφῶς, εἴ σοι παραγράψαιμι τὰ ἐκ τοῦ τρίτου τῶν ἐπιδημίων
6. ἐπὶ Ἀναξίωνος εἰρημένα τοῦ πλευριτικοῦ, καὶ τοῦτον
7. δὲ αὐτὸν ἐξηγησάμην τὸν ἄῤῥωστον ἐν τῷ πρώτῳ περὶ
8. κρίσεων. ἔχει δὲ Ἱπποκράτους ἡ ῥῆσις ὧδε· ἐν
9. Ἀβδήροισιν Ἀναξίωνα ὃς κατέκειτο περὶ τὰς θρηικίας πύλας,
10. πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη συνεχὴς,
11. βὴξ ξηρὰ οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας, διψώδης, ἄγρυπνος,
12. οὖρα δὲ εὔχροα πολλὰ λεπτά. ἕκτῃ παράληρος· εἰς
13. δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως, ὅ τε
14. γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε
15. βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον,
16. ἔῤῥυε πολὺ οἷον ἔδει, ξυνέδωκαν οἱ πόνοι, αἱ μέντοι βῆχες
17. ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ
1. περὶ κεφαλὴν ἵδρωσεν. αἱ βῆχες καὶ τὰ ἀπὸ πνεύμονος
2. ὑγρά. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν. εἰκοστῇ
3. ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη.
4. διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες.
5. εἰκοστῇ καὶ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν,
6. ἀνῆγε πέπονα πολλά. οὔροις δ’ ὑπόστασις πολλὴ λευκὴ,
7. ἄδιψος ἐγένετο, εὔπνους ὑπνοῖ. τριακοστῇ τε τετάρτῃ
8. ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐκρίθη πάντῃ. οὗτος οὖν ὁ Ἀναξίων
9. ἐξ ἀρχῆς μὲν ἦν πλευριτικὸς, οὐ μὴν ἐξ ἀρχῆς ἀπέπτυεν,
10. ἀλλὰ καὶ κατὰ τὴν ὀγδόην ἡμέραν ἔτι αἱ βῆχες αὐτῷ
11. ξηραὶ παρείποντο, ὥς φησιν Ἱπποκράτης. ὅθεν εἰκότως
12. καὶ ἡ τοῦ νοσήματος ὅλου λύσις εἰς τὴν λδ΄ ἐξετάθη,
13. καίτοι τῶν γε πλευριτικῶν ὡς τὰ πολλὰ τὴν ιδ΄ ὅρον ἐχόντων
14. τῆς κρίσεως, εἰ δὲ καὶ μὴ ταύτην, ἀλλὰ πάντως γε τὴν
15. εἰκοστήν. εἰ δὲ πρὸ τῆς γ΄ ἡμέρας ἔπτυσεν, ἤτοι περὶ τὴν ζ΄ ἢ
16. τὸν θ΄ ἢ πάντως γε τὴν ια΄ ἐκρίθη, κἂν εἰ κατ’ αὐτήν γε τὴν τρίτην
17. ἤρξατο πτύειν, οὐκ ἂν ἐξωτέρω τῆς ιδ΄ προὔβη. συμβαίνει
1. γὰρ ἐπὶ τῶν φλεγμονῶν ἁπασῶν, ὅσαι μὴ καλύπτονται σκεπάσματι
2. πυκνῷ, καθάπερ αἱ κατὰ τὸ ἐκτὸς δέρμα, διϊδροῦσθαί
3. τινας ἰχῶρας, ἐν ἀρχῇ μὲν λεπτοὺς, ἐς
4. ὕστερον δὲ, εἰ πέττοιντο καὶ πρὸς τὸ βέλτιον ἔρχοιντο, παχυτέρους·
5. καὶ τούτων αὐτῶν τῶν παχυτέρων τοὺς μὲν ἧττον,
6. τοὺς δὲ μᾶλλον πεπέφθαι. ταῦτα κᾀπὶ τῶν κατὰ τὸ
7. στόμα φλεγμονῶν ἁπασῶν ἔστι θεάσασθαι κᾀπὶ τῶν ὀφθαλμῶν.
8. οὐχ ἥκιστα δὲ καὶ καθ’ ἓν ὁτιοῦν ἄλλο μόριον, ὅταν
9. ἅμα τοῦ δέρματος ὅλου διαιρέσει, φλεγμαίνει τι τῶν ἔνδον.
10. καὶ γὰρ ἐκ τῶν τοιούτων ἑλκῶν ἰχῶρες ἀποῤῥέουσιν οἵους
11. εἶπον. ὅταν οὖν ποτε φλεγμονή τις ᾖ μετὰ τοσαύτης στεγνώσεως,
12. ὡς μηδὲν ἔξω ἀποχεῖν, ἀνάγκη δύσπεπτόν τε καὶ
13. χρονίαν γενέσθαι ἐκείνην. κατὰ τοῦτον οὖν τὸν λόγον κἀν
14. ταῖς πλευρίτισιν, ἐπειδὴ καὶ τοῦτο τὸ νόσημα φλεγμονή τις
15. ὑπάρχει τῷ γένει, προσέχειν δεῖ τοῖς τῆς πέψεως σημείοις.
16. ἀπεπτοτάτη μὲν γὰρ ἐφ’ ἧς ὅλως οὐδὲν πτύεται δευτέραν
17. δ’ ἔχει τάξιν ἐφ’ ἧς ἰχῶρες λεπτοὶ, τρίτην δ’ ἐφ’ ἧς παχύτεροι
1. καὶ τετάρτην ἐφ’ ἧς εἰς τέλος ἐπέφθησαν. ἀλλ’
2. οὗτοι μὲν εἰ περὶ τρίτην ἢ δ’ ἡμέραν ἐπιφανεῖεν, οὐκ ἐγχωρεῖ
3. τῆς ἑβδόμης ἐξωτέρω προβῆναι τὸ νόσημα. τῶν δ’
4. ἄλλων ἕκαστον κατὰ τὸ τῆς πέψεως μέτρον ἀναγκαῖον ἀκολουθῆσαι
5. τὸν χρόνον. ὥσπερ οὖν τελείας ἐστὶ γνώρισμα τὸ
6. πτύελον πέψεως, ὅταν ᾖ λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν, τῇ
7. τε συστάσει μήθ’ ὑπέρυγρον μήθ’ ὑπέρπαχυ, κατὰ τὸν αὐτὸν
8. τρόπον ἀπεψίαν ἐνδείκνυται παντελῆ τὸ μηδ’ ὅλως
9. πτυόμενον. εἰ δὲ πτύοιτο μὲν, ἀλλὰ καὶ λεπτὸν εἴη ἔτι,
10. πέψεως ἀμυδρᾶς ἐστι σημεῖον. εἰ δὲ ἄκρατον εἴη ἢ ξανθὸν
11. ἢ πυῤῥον, οὐκ ἀγαθόν. εἰ δὲ καὶ πελιδνὸν ἢ ἰῶδες ἢ
12. μέλαν, ὀλεθριώτατον. διῃρημένων οὖν ἡμῖν τῶν τε τῆς πέψεως
13. καὶ τῆς ἀπεψίας σημείων, ἔτι τε τρίτον ἐπ’ αὐτοῖς
14. τῶν ὀλεθρίων, ἰστέον ὅτι τὰ μὲν τῆς πέψεως σημεῖα διὰ
15. παντός ἐστιν ἀγαθὰ, λύσιν τοῦ νοσήματος ἐνδεικνύμενα ταχεῖαν,
16. ὥσπερ γε καὶ τὸ τῶν ὀλεθρίων σημείων γένος, ὡς
17. ἐν τάχει τὴν ἀπώλειαν ἔσεσθαι τοῦ κάμνοντος προδηλοῖ.
1. τὰ δὲ τῆς ἀπεψίας σημεῖα χρόνιον μὲν ἐξ ἀνάγκης προσημαίνει
2. τὸ νόσημα, τεθνήξεσθαι δὲ ἢ σωθήσεσθαι τὸν ἄνθρωπον,
3. ὅσον μὲν ἐφ’ ἑαυτοῖς, οὐ δηλοῖ. προλογιζομένῳ
4. δέ σοι τὴν ῥώμην τῆς δυνάμεως καὶ ταῦθ’ ὑπάρχει προγινώσκειν.
5. ἄλλο δὲ γένος ἔστι σημείων, τῶν κρισίμων ὑπ’
6. αὐτοῦ προσαγορευομένων. ἰδρῶτες δ’ ἐστὶ ταῦτα, αἱμοῤῥαγίαι
7. τε καὶ ῥῖγος καὶ γαστὴρ καταῤῥήξασα πολλὰ καί τις
8. ἔμετος τοιοῦτος καὶ ἄλγημα κεφαλῆς ἐξαιφνίδιον ἢ δύσπνοια
9. παράλογός τε καὶ σφοδρὰ ἢ καρδιωγμὸς ἤ τις ὑποχονδρίου
10. σύντασις ἀνώδυνος, ἀγρυπνία τε σφοδρὰ καὶ παραφροσύνη
11. καὶ νὺξ ἀλόγως δύσφορος καὶ παροξυσμὸς προληπτικὸς, ἀλλὰ
12. καὶ δάκρυον ἀκούσιον ἐν ἀπαθέσιν ὀφθαλμοῖς ἄνευ λύπης,
13. ἔρευθός τε καὶ τὸ κάτω χεῖλος σειόμενον, ἐνηλιωμένα καὶ
14. σκοτεινὰ, ὀρφνώδη τε προφαινόμενα τῶν ὀφθαλμῶν ἢ μαρμαρυγαί
15. τινες ἢ μῆλον ἢ ῥὶς ἐξαίφνης ἐρυθρὰ γενόμενα καὶ
16. παρωτίδες ἢ ὅλως ἀποστήματος εἰς ἄρθρον τινὸς γένεσις,
17. ταῦτά τε οὖν σύμπαντα καὶ πρὸς τούτοις ἄλλα πολλὰ τοιαῦτα,
1. κατὰ μὲν τὴν αὐτῶν ἰδίαν οὐσίαν ὀνομαζόμενα συμπτώματα,
2. καθότι δὲ μεταβολὴν ὀξύῤῥοπον δηλοῖ, κρίσιμα
3. σημεῖα προσαγορευόμενα, διττὴν παρέξει σοι τὴν
4. πρόγνωσιν. εἰ μὲν ἐπὶ πεπεμμένῳ τῷ νοσήματι γίγνοιτο,
5. σωτηρίαν ὑπόγυον, εἰ δὲ ἐπὶ ἀπέπτῳ, κρίσιν οὐκ ἀγαθὴν,
6. ἤτοι γε εἰς ὄλεθρον ἄξουσαν ἢ εἰς χρόνου μῆκος. ὅτι δὲ
7. ἄλλη μέν ἐστιν ἡ φύσις ἡ τῶν κρισίμων τούτων σημείων,
8. ἄλλη δὲ ἡ τῶν τῆς πέψεως, ἐνθένδε μάλιστα μάθοις, ὡς
9. ἐν τῷ πρώτῳ τῶν ἐπιδημίων φησὶν Ἱπποκράτης· πεπασμοὶ
10. ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ
11. δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα, ἀκρισίας
12. ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς.
13. οὕτω μὲν ἐπῄνεσε καθόλου τὴν τοῦ νοσήματος
14. πέψιν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ μέρος ὧδέ πως ἄμα
15. τῷ διδάσκειν αὐτῆς τὰ γνωρίσματα. οὖρον δὲ ἄριστον, ὅταν
16. ᾖ λευκὴ ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν
17. χρόνον, ἔς τ’ ἂν κριθῇ ἡ νοῦσος, σημαίνει τε γὰρ ἀσφάλειαν
1. ὑγιεινὴν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. οὕτως πάλιν
2. ἐπῄνεσεν οὖρον ἐνδεικνύμενον πέψιν ἐν τῷ φλεβώδει γένει.
3. αὖθις δ’ ἐν τῷ λέγειν· διαχώρημα δὲ ἄριστόν ἐστι τὸ
4. μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ κατὰ τὴν ὥρην ἥνπερ καὶ
5. ὑγιαίνοντι ὑπεχώρει, τὰ γνωρίσματα τῶν κατὰ γαστέρα πέψεων
6. ἐπαινεῖ τε ἅμα καὶ διδάσκει. οὕτω δὲ καὶ τὴν ἐν
7. τοῖς ἀναπνευστικοῖς πέψιν ἐπαινῶν τε ἅμα καὶ διδάσκων
8. εἶπε. πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖς περὶ
9. τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς, ταχέως τε ἀποπτύεσθαι
10. καὶ εὐπετῶς, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς,
11. τῷ πτυέλῳ. τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντὸς
12. ἀγαθὰ, τὰ δὲ τῆς κρίσεως οὐκ ἔτι. φησὶν οὖν οὕτως τὰ
13. κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα.
14. καὶ μέντοι κἀν τῷ λέγειν τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ
15. αὐτίκα ἐπιφαίνεσθαι, τὴν αὐτὴν ἐνδείκνυται γνώμην. τὰ
16. γὰρ τῆς πέψεως σημεῖα, καθ’ ὃν ἂν ἐπιφαίνεσθαι χρόνον
17. ἀγαθά. διὰ παντὸς γάρ ἐστι τὸ γένος αὐτῶν ὅλον χρηστόν.
1. οὔκουν μάχεται τῷ νῦν εἰρημένῳ τῷ ἐν πλευριτικοῖσι πτύελον
2. αὐτίκα ἢν ἐπιφαίνηται. τὰ μὲν γὰρ κρίσιμά ποτε γίνεται
3. κακὰ, πέψεως δὲ σημεῖον οὐδὲν οὐδέποτε μοχθηρὸν,
4. ἀλλ’ ἀεὶ πάντα χρηστὰ καὶ τοσούτῳ θᾶττον ὑγιασθήσεσθαι
5. δηλοῖ τὸν ἄνθρωπον, ὅσῳπερ ἂν ἐπιφαίνηται θᾶττον.
6. ἀρκεῖ τοσαῦτα πρός γε παρὸν, ὡς ἐν ἐπιτομῇ λελέχθαι.
7. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν γνώμην τοῦ παλαιοῦ διὰ τῆς περὶ
8. κρίσεων ἐδήλωσα πραγματείας. ἵνα δέ μοι τέλειος ὁ κατὰ
9. τὴν διαίρεσιν, ὃν ἀρτίως εἶπον, ὑπάρχῃ λόγος ὅπως τῶν εἰρημένων
10. διαφέρει τά τε παθογνωμονικὰ καὶ τὰ συνεδρεύοντα
11. καλούμενα δίειμι, προχειρισάμενος ὡς ἐν παραδείγματι,
12. πάθος ἓν αὐτὸ δὴ τοῦτο πρὸς Ἱπποκράτους ὠνομασμένον.
13. ἐπὶ τοίνυν τῆς πλευρίτιδος ὁ μὲν ὀξὺς πυρετὸς ἅμα τῇ
14. δυσπνοίᾳ καὶ τῇ βηχὶ καὶ τῷ κατὰ τὴν πλευρὰν ἀλγήματι
15. νυγματώδει, παθογνωμονικὰ σημεῖά εἰσι. τὸ δ’ ἤτοι πρὸς
16. ὑποχόνδριον ἢ πρὸς τὴν κλεῖν ἐξήκειν τὴν ὀδύνην, συνεδρεύοντα,
17. καθάπερ γε καὶ τοῦτο ῥᾷον ἐπὶ τοῦ πεπονθότος
1. ἢ θατέρου κατακλίνεσθαι πλευροῦ. γέγραπται δὲ καὶ Πραξαγόρᾳ
2. τῷ Νικάνδρου, δύο μὲν τῶν συνεδρευόντων βιβλία,
3. τῶν δ’ ἐπιγενομένων ἓν ἕτερον, ὡς εἰ καὶ ἐπιφαινομένων
4. ἐπεγέγραπτο. ταῦτα οὖν τὰ ἐπιφαινόμενα, φησὶν ὁ
5. Ἱπποκράτης, εὔκριτά τε καὶ δύσκριτα καὶ βραχέα καὶ μακρὰ
6. τὰ νοσήματα ἐπιφαινόμενα δηλοῦν. ἐμνημόνευσε δὲ οὐ
7. μόνον πτυέλων, ἀλλὰ καὶ οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώτων,
8. ἐν παραδείγματι δηλονότι τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων
9. ἀναμιμνήσκων ἡμᾶς, ἃ νῦν ἐνταῦθα μεταφέρειν
10. περιττόν. ἔν τε γὰρ τοῖς περὶ κρίσεων εἴρηται κἀν τοῖς
11. εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, ἐν οἶς ἔτι καὶ μᾶλλον
12. ὑπὲρ αὐτῶν ἐξηγησάμεθα τὴν γνώμην τοῦ παλαιοῦ.