15. Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες,
16. ἥκιστα μειράκια πάντων δὲ μάλιστα παιδία.
17. τούτων δὲ αὐτέων, ἅπερ ἂν τύχῃ αὐτὰ ἑωυτῶν προθυμότερα
18. ἐόντα.
1. Καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὰ
2. διαιτήματα. γέροντες μὲν γὰρ εὐφόρως ἀσιτοῦσι, παῖδες
3. δὲ δυσφόρως. ἔστι δὲ τὸ μὲν εὐφόρως κατά τε τὸ μὴ
4. ὀρέγεσθαι καὶ μὴ βλάπτεσθαι, τὸ δὲ δυσφόρως κατὰ τὰ
5. ἐναντία. καὶ γὰρ ὀρέγονται καὶ βλάπτονται μᾶλλον οἱ παῖδες
6. ἐν ταῖς μακραῖς ἀσιτίαις. αἱ δὲ μεταξὺ ἡλικίαι τῆς
7. τε τῶν παίδων καὶ τῆς τῶν γερόντων ἐφ’ ὅσον ἂν ἐγγυτέρω
8. τῆς ἑτέρας αὐτῶν ἥκωσιν, ἐπὶ τοσοῦτον ἢ μᾶλλον ἢ ἦττον
9. ἀνιῶνται καὶ βλάπτονται κατὰ τὰς μακρὰς ἀσιτίας.
10. τούτου δὲ τοῦ ἀφορισμοῦ τὴν αἰτίαν αὐτὸς ἐν τῷ ἐφεξῆς
11. διδάσκει, οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα σώματα πλεῖστον ἔχει
12. τὸ ἔμφυτον θερμὸν, ὥστε κἂν εἰ συνάπτειν τις αὐτὸν βούλοιτο
13. καὶ μετὰ τοῦ γὰρ ἐκφέρειν συνδέσμου, γένοιτ’ ἂν ὁ
14. λόγος εἶς τε ἅμα καὶ σαφὴς, οὕτως ἔχων, γέροντες εὐφορώτατα
15. νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα
16. μειράκια καὶ μάλιστα πάντων παιδία. τὰ γὰρ αὐξανόμενα
17. πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. καθεστηκότας δὲ λέγει
1. δηλονότι τοὺς τὴν μέσην ἔχοντας ἡλικίαν, ἀκμῆς τε καὶ
2. γήρως, ὡς παύεσθαι μὲν ἤδη τὰ τῆς ἀκμῆς, μηδέπω δὲ
3. μηδεμίαν αἴσθησιν σαφῆ γήρως ἔχειν. οὕτω δὲ καὶ Θουκυδίδης
4. εἶπε τοὺς ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ. μεταξὺ δὲ
5. ταύτης τε καὶ τῆς τῶν μειρακίων ἡλικίας ἑτέρα τίς ἐστιν
6. ὥσπερ καὶ τῇ τάξει μέση τούτων, οὕτω καὶ κατὰ τὴν εὐφορίαν
7. τε καὶ δυσφορίαν, ὡς μήτ’ εὐφόρως ἡμᾶς δύνασθαι
8. φέρειν τὴν ἀσιτίαν, καθάπερ οἱ καθεστηκότες καὶ γέροντες,
9. μήτε δυσφόρως, ὡς τὰ μειράκιά τε καὶ οἱ παῖδες. ἀλλ’ οὐκ
10. ἐμνημόνευσεν αὐτῆς ὁ Ἱπποκράτης, ὡς νοεῖσθαι δυναμένης
11. ἐξ ὧν εἷπεν. ἐν γὰρ τῷ φάναι, τούτων δὲ αὐτέων
12. ἃ ἂν τύχῃ, αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα, τὰς φυσικὰς
13. ἐνεφάνισε διαφοράς. ὅσα γὰρ τῶν παιδίων τὸ θερμὸν τὸ
14. ἔμφυτον ἔχει πολὺ, ταῦτα καὶ προθυμότερα τῶν ἄλλων
15. ἐστὶ περὶ τὰς τῶν σιτίων προσφορὰς καὶ κρατεῖν μᾶλλον
16. αὐτῶν δύνανται καὶ μὴ λαμβάνοντα μᾶλλον βλάπτεται.
17. τοιοῦτος μὲν ὁ Ἱπποκράτους λόγος· δεῖται μέντοι καὶ βραχείας
18. τινὸς ἔτι προσθήκης εἰς τὸ τέλειον. ἐπὶ μὲν γὰρ
19. τῶν ἐν ἀρχῇ τῆς γεροντικῆς ἡλικίας ὀρθῶς εἴρηται τὸ γέροντες
1. εὐφορώτατα νηστείην φέρουσιν· ἐπὶ δὲ τῶν ἔσχατον
2. ἡκόντων γῆρας οὐκ ἔτι ὀρθῶς, ὅτι μηδὲ φέρουσιν
3. ἐκεῖνοι τὰς μακρὰς ἀσιτίας. ἢ τοίνυν προσθετέον ἐστὶ τῷ
4. ἀφορισμῷ βραχύ τε καὶ κατὰ τόνδε τὸν τρόπον αὐτὸν λεκτέον,
5. γέροντες εὐφορώτατα νηστείην φέρουσι, πλὴν τῶν
6. ἐσχατογήρων, δεύτερον οἱ καθεστηκότες. ἢ τὴν νηστείην
7. ὄνομα μεταθετέον εἰς ὀλιγοσιτίην, καὶ οὕτως ῥητέον. γέροντες
8. εὐφορώτερον ὀλιγοσιτίην φέρουσιν, δεύτερον οἱ καθεστηκότες.
9. εὑρεθήσονται γὰρ καὶ οἱ ἐν ἐσχάτῳ γήρᾳ, εἰ
10. καὶ μὴ φέροντες τὴν μακρὰν ἀσιτίαν, ὀλιγοσιτίας γοῦν δεόμενοι.
11. παραπλήσιον γάρ τοι πάσχουσι τοῖς ἀποσβεννυμένοις
12. λύχνοις, οἳ καὶ συνεχεστέρας μὲν δέονται χορηγίας,
13. ἀθρόας δὲ ἅμα καὶ πολλῆς οὐ δέονται. καὶ δὴ καὶ προσήκει
14. τοῖς τοιούτοις διδόναι τὸ σύμπαν πλῆθος ὀλίγον, μερίζοντας
15. δὲ καὶ αὐτὸ τοῦτο τὸ ὀλίγον εἰς πλείω μέρη καὶ μὴ
16. μίαν ἀσιτίαν ἐπιφέρειν μακρὰν αὐτοῖς.