2. Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης
3. οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι
4. δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων
5. δέονται, ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται. διὰ
6. τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσι οὐχ ὁμοίως ὀξέες,
7. ψυχρὸν γὰρ τὸ σῶμα.
9. Εἴρηται ἡμῖν κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐπὶ
10. πλέον ὅπως οἱ ἀκμάζοντες ἐνίοις μὲν τῶν ἰατρῶν, ἐνίοις δὲ
11. οἱ παῖδες ἔδοξαν εἶναι θερμότεροι. ἔχουσι γὰρ οἱ
12. μὲν δριμύτερον τὸ θερμὸν, οἱ δὲ πλέον. ἀνάγκη δὲ καὶ νῦν
13. εἰπεῖν, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ἐν ὀλίγοις ὡς οἷόν
14. τε μακροὺς περιλαμβάνοντας λόγους. τὸ τοίνυν ὄνομα τουτὶ
15. τὸ θερμὸν ἐνίοτε μὲν ἐπὶ τὴν ποιότητα φέρομεν, ἧς ἴδιον
16. ὄνομα θερμότης ἐστίν. ἐνίοτε δὲ παρωνύμως ἀπὸ τῆς ποιότητος,
17. ὅλον τὸ σῶμα θερμὸν προσαγορεύομεν καί ἐστιν ἡ
1. χρῆσις ἥδε πολλὴ κατὰ τὸν βίον ἅπαντα καὶ παρὰ τοῖς παλαιοῖς,
2. ὡς καὶ Θεόφραστος ἐδήλωσεν ἐν τῷ περὶ θερμοῦ
3. καὶ ψυχροῦ γράμματι. τῆς γὰρ τῶν σωμάτων οὐσίας δεχομένης
4. ἐν μέρει τὰς ἐναντίας ταύτας ποιότητας, θερμότητά
5. τε καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, κατὰ
6. μὲν τὴν δεδεγμένην οὐσίαν, ὅταν ὀνομάζωμεν θερμὸν, τὸ σῶμα
7. λέγομεν, ὀλίγον τε ἢ πολὺ φαμὲν ὑπάρχειν τὸ θερμὸν,
8. τῷ ποσῷ τῆς οὐσίας προσέχοντες τὸν νοῦν, καὶ τοῦτο ποιοῦμεν
9. διττῶς. ἕνα μὲν γὰρ τρόπον ἐπὶ τῶν ἀμίκτων
10. οὐσιῶν, ἕτερον δ’ ἐπὶ τῶν μεμιγμένων. ἐπὶ μὲν τῶν ἀμίκτων,
11. ὡς ἂν εἰ καὶ δυοῖν ἐχόντοιν ὕδωρ ὁμοίως θερμὸν ἐν
12. δεξαμεναῖς ἀνίσοις περιεχόμενον, τὸν μὲν ἕτερον πλέον ἔχειν
13. λέγομεν τὸ θερμὸν, ᾧ μείζων ἡ δεξαμενὴ, τὸν ἕτερον ἔλαττον.
14. ἐπὶ δὲ τῶν μεμιγμένων ὡς ἂν ἴσων μὲν ἀλλήλαις οὐσῶν,
15. ἀνίσῳ δὲ μέτρῳ κεκραμένων, ἐξ ὕδατός τε καὶ οἴνου
16. τὴν μὲν ἑτέραν αὐτῶν τὸν οἶνον ἔχειν πλείονα, τὴν δ’ ἑτέραν
17. τὸ ὕδωρ φαμέν. ὅσπερ τρόπος ἐστὶ, κἂν ἀνίσους ὑποθώμεθα
18. τὰς δεξαμενὰς εἶναι κατὰ τὴν αὐτὴν ἀναλογίαν
1. κεκραμένας. ἐνίοτε δὲ οὐ πρὸς τὸ πλῆθος ἀναφέροντες τῆς
2. οὐσίας τὸν λόγον, ἀλλὰ πρὸς τὴν ποιότητα μόνην, τῷ μέν
3. τινι πλέον εἶναι φαμὲν, τῷ δ’ ἦττον τὸ θερμὸν, ὡς καὶ
4. δυοῖν δεξαμεναῖν ἴσαιν ἀκριβῶς τὸ μέγεθος, τῆς μὲν θερμοτέρας
5. πλέον εἶναι τὸ θερμὸν λέγομεν, τῆς δὲ ψυχροτέρας
6. ἧττον, οὐκέτι κυρίως ἐνταῦθα τὸ πλέον ἐπιφέροντες.
7. ἄμεινον γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ σφοδρότερον καὶ
8. ἀμυδρότερον καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ποιότησιν ἀναφέρειν
9. ὀνόματα, τὸ δ’ ὀλίγον καὶ πολὺ κατὰ τοῦ ποσοῦ μόνον
10. τῆς οὐσίας φυλάττειν. ἀλλὰ γὰρ οὐκ ἐνταῦθα μόνον
11. αἱ τοιαῦται καταχρήσεις εἰσὶ τῶν ὀνομάτων, ἀλλὰ καὶ κατ’
12. ἄλλα πάμπολλα τῶν κατὰ τὸν βίον, οὐχ ἥκιστα δὲ καὶ κατὰ
13. τὴν ἰατρικὴν αὐτήν. ἁπάσας γοῦν τὰς νόσους ὀνομάζουσι
14. μεγάλας τε καὶ μικρὰς, καίτοι γε οὐκ οὔσας οὐσίας, πυρετὸν
15. μέγαν, πυρετὸν μικρὸν, ἀποπληξίαν μεγάλην, ἀποπληξίαν
16. μικρὰν, ὡσαύτως δὲ πλευρῖτιν καὶ φρενῖτιν καὶ περιπνευμονίαν,
17. ἁπάσας τε τὰς ἄλλας. προσέχειν οὖν χρὴ ταῖς
18. ὁμωνυμίαις καὶ σκοπεῖσθαι τί ποθ’ ἡ σύμπασα λέξις ἑκάστοτε
1. βούλεται τοῦ λέγοντος. εἰ γὰρ ἐκείνου καθ’ ἑτέρου
2. σημαινομένου τοὔνομα φέροντος ἡμεῖς καθ’ ἕτερόν τι δεξάμενοι
3. τὸν λόγον εὐθύνομεν, οὐ τὸν εἰρηκότα δή που κατά
4. γε τὴν ἀλήθειαν αὐτὴν ἐξελέγξομεν, ἀλλὰ τὴν ἡμετέραν
5. ὑπόληψιν, ὥσπερ ἀμέλει κἀνταῦθα ποιοῦσιν ἔνιοι τῶν πρὸς
6. Ἱπποκράτους σπευδόντων ἀντιλέγειν. ἐπὶ γὰρ τὴν ποιότητα
7. μεταφέροντες τοὔνομα τοῦ θερμοῦ, πειρῶνται δεικνύναι
8. σφοδροτέραν ὑπάρχουσαν αὐτὴν τοῖς ἀκμάζουσιν. ἀλλ’ Ἱπποκράτης
9. οὐκ ἐπὶ ταύτην, ἀλλ’ ἐπὶ τὴν οὐσίαν ἀναφέρει
10. τοὔνομα κατὰ τὸν ἐνεστῶτα λόγον. ἡ γὰρ οὐσία τοῦ ἐμφύτου
11. θερμοῦ ἀερώδης καὶ ὑδατώδης ὑπάρχει, ὡς ἐκ τοῦ
12. σπέρματος ἔνεστι τεκμήρασθαι, παντάπασι μὲν
13. ὀλίγης γεώδους οὐσίας μετέχοντος, τὸ πλεῖστον δ’ ἐν αὐτῷ
14. περιέχοντος ἀέρος θερμοῦ τε καὶ ὑγροῦ, ὡς κἀν τοῖς περὶ
15. σπέρματος ὑπομνήμασι δεδήλωται. καὶ μὴν καὶ ἡ ἑτέρα
16. τῆς γενέσεως ἡμῶν ἀρχὴ, τὸ καταμήνιον, ὑγρὸν δήπου τὴν
17. φύσιν ἐστίν. ὅταν οὖν ἐπὶ τὸ γεωδέστερον μεταβάλλῃ τὸ
18. σῶμα τοῦ ζώου, μεταβάλλει δὲ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενον,
1. τηνικαῦτα κἂν πάνυ σφόδρα θερμὸν ᾖ καὶ πυρῶδες,
2. ἀλλὰ τήν γε οὐσίαν τοῦ ἐμφύτου θερμοῦ ὀλιγίστην
3. ἔχει, ἐπεὶ οὕτως ἂν καὶ τοὺς πυρέττοντας εἴπομεν πλεῖστον
4. ἔχειν τὸ ἔμφυτον θερμὸν, οἵτινες οὐχ ὅπως πλέον,
5. ἀλλ’ οὐδὲ τῷ πρόσθεν ἴσον ἔχουσιν. εὔκρατος μὲν οὖν ἐστιν
6. ἡ οὐσία τοῦ ἐμφύτου θερμοῦ, πυρώδης δὲ ἡ τοῦ ἐπικτήτου.
7. καὶ δὴ καὶ αἱ δι’ ὅλου τοῦ σώματος ἡμῶν ἀπόῤῥοιαι ἕπονται
8. καπνώδεις μὲν καὶ λιγνυώδεις καὶ ξηραὶ καὶ δριμεῖαι
9. τῷ ἐπικτήτῳ θερμῷ, ἀτμώδεις δὲ καὶ ἡδεῖαι καὶ εὔκρατοι
10. τῷ κατὰ φύσιν, καίτοι διὰ τῆς ἁφῆς ἔνεστι διαγινώσκειν
11. ταῦτα. τὸ μὲν γὰρ τῶν ὑγιαινόντων θερμὸν ἀτμῶδές ἐστι
12. καὶ ἡδὺ καὶ οἰκεῖον τῇ ἁφῇ, μηδὲν ἀνιαρὸν, μηδὲ ταχὺ,
13. μηδὲ δακνῶδες ἔχον. τὸ δὲ τῶν πυρεττόντων καὶ μάλιστα
14. τοὺς ἑκτικοὺς πυρετοὺς ἢ τοὺς ἐπὶ σήψει χυμῶν δριμὺ καὶ
15. ἀηδὲς καὶ δάκνον καὶ διαβιβρῶσκον ἡμῶν τὴν ἁφήν. ἀκριβοῦται
16. δὲ ἡ ὑγιεινὴ ποιότης αὐτοῦ ἐν τοῖς παισὶν, ὡς τῶν
17. γε ἀκμαζόντων τοὺς πλείστους ἔστιν εὑρεῖν δακνῶδες ἤδη
18. τὸ θερμὸν ἔχοντας καὶ οὐκ ἔθ’ ὑγρὸν οὐδὲ ἀτμῶδες οὐδὲ
1. ἀερῶδες. καὶ οὐδὲν θαυμαστόν· ὁμοίαν γὰρ εἶναι τὴν ἀπόῤῥοιαν
2. δεῖ τῇ ὑποκειμένῃ οὐσίᾳ· ἡνίκα μὲν ὑγρὰ καὶ ἀερώδης
3. ἐστὶν ἡ οὐσία, καὶ τὸ ἀποῤῥέον αὐτῆς ἀτμῶδές ἐστι καὶ
4. ἡδύ· ἡνίκα δὲ γεώδης καὶ ξηρὰ, τηνικαῦτα καὶ τὸ ἀποῤῥέον
5. καπνῶδες γίνεται καὶ λιγνυῶδες καὶ δριμὺ, ὥσπερ γε
6. κἀπὶ τῶν ἐκτὸς αἱ μὲν ἐξ ὕδατος ἀναθυμιάσεις γλυκέος τε
7. καὶ θερμοῦ χρησταὶ καὶ ἀτμώδεις εἰσὶν, αἱ δὲ ἔκ τινος
8. τῶν στερεῶν σωμάτων καιομένου καπνώδεις τε καὶ δριμεῖαι.
9. διττῶν οὖν οὐσιῶν οὐσῶν, καὶ τῆς μὲν ἡδεῖαν ἐχούσης θερμότητα,
10. τῆς δὲ ἀνιαρὰν, τὴν μὲν ἑτέραν πλείστην ἔχει τὰ
11. παιδία, τὴν δ’ ἑτέραν οἱ ἀκμάζοντες ὡς πρὸς τὴν ὅλην
12. τοῦ σώματος ἀναλογίαν δηλονότι. ἵνα δὲ καὶ φυσικώτερον
13. ἔτι τὸν λόγον ἀναγαγὼν ἐπὶ τὰ στοιχεῖα τὸ πᾶν διέξειμι,
14. τεττάρων ὄντων στοιχείων ἐξ ὧν τὰ πάντα σώματα κέκραται,
15. τὸ μὲν τῶν παιδίων ἥκιστα μετέχει τοῦ γεώδους, πλεῖστον
16. ἐν ἑαυτῷ κεκτημένον τό τ’ ἀερῶδες καὶ ὑδατῶδες.
17. τὸ δὲ τῶν ἀκμαζόντων ἔμπαλιν ὑπὸ ξηρότητος ἐπικρατεῖται
1. γεώδους. ἐνδεῖ δ’ ἡ ὑδατώδης αὐτοῦ καὶ ἀερώδης οὐσία,
2. ὥστ’ εἰ καὶ τὸ τέταρτον τὸ στοιχεῖον ἴσον πῦρ ἐν ἀμφοῖν
3. θείημεν, ὡς ὁμοίως αὐτὰ λέγειν εἶναι θερμὰ, ἀλλ’ οὐ παραπλησίαν
4. γε τὴν θερμὴν οὐσίαν ἐν ἀμφοτέροις αὐτοῖς
5. ὑπάρχειν ἐροῦμεν, τῆς μὲν τῶν παίδων ὑγρᾶς οὔσης, τῆς
6. δὲ τῶν ἀκμαζόντων ξηρᾶς. ἡ μὲν γὰρ ὑγρὰ κατὰ τὸ ἔμφυτον
7. θερμὸν μάλιστα, ἐξ ὑγροῦ γὰρ ἡ γένεσις ἡμῖν, ἡ δὲ
8. ξηρὰ κατὰ τὸ ἐπίκτητον. οὕτως οὖν οἱ μὲν ἄρτι γεγενημένοι
9. παῖδες, οὐσίας θερμῆς ὑδατώδους τε καὶ ἀερώδους
10. πλείστης μετέχοντες, πλεῖστον ἂν ἔχειν λέγονται τὸ ἔμφυτον
11. θερμὸν, οἱ δ’ ἀκμάζοντές τε καὶ παρακμάζοντες, εἰς
12. ὅσον αὗται μὲν ἐνδέουσι, περιττεύει δὲ ἡ γεώδης εἰς
13. τοσοῦτον καὶ τὴν οὐσίαν ἔχουσιν ἐλάττονα τοῦ ἐμφύτου
14. θερμοῦ. ὅτι δ’ ἀποῤῥεῖν ἀναγκαῖόν ἐστι τῆς ὑγρᾶς καὶ
15. ἀερώδους οὐσίας πλέον ἤπερ τῆς γεώδους, κἂν ὁμοίως ἀμφότεραι
16. θερμαὶ τυγχάνωσιν οὖσαι κατὰ τὴν ποιότητα, πρόδηλον
17. παντί. θεάσασθαι γοῦν σοι τοῦτο κἀπὶ τῶν ἐκτὸς
18. ἐναργῶς ὑπάρχει. τῶν γὰρ εἰς τὴν ὁμοίαν ἡκόντων θερμότητα
1. σωμάτων οὐκ ἴσον ἀποῤῥεῖν φαίνεται, ἀλλὰ τῶν μὲν
2. ξηρῶν ἐλάχιστον, τῶν δ’ ὑγρῶν πλεῖστον. αὐτίκα γοῦν ὕδατος
3. μὲν καὶ ἐλαίου θερμῶν μετρίως γενομένων πλεῖστον
4. ἀποῤῥεῖ καὶ διαφορεῖται, σιδήρου δὲ καὶ χαλκοῦ καὶ λίθων
5. ἐλάχιστον, ὥστε καὶ εἰ καταθεῖναι βουληθείης εἰς ἥλιον
6. θερμότατον ὕδωρ, εἰ οὕτως ἔτυχε, καὶ σίδηρον ἴσα τῷ σταθμῷ
7. ποιήσας, εἶτα διελθούσης ὅλης τῆς ἡμέρας ἄμφω στῆσαι,
8. τὸ μὲν ὕδωρ εὑρήσεις ἔλαττον ἑαυτοῦ παραπολὺ γεγενημένον,
9. τὸν δὲ σίδηρον ἴσον. οὕτως δὲ καὶ ἔλαιον εἰ θέλεις
10. παραβάλλειν χαλκῷ καὶ σιδήρῳ καὶ λίθῳ, τὸ μὲν ἐκδαπανώμενον
11. εὑρήσεις, τὰ δ’ ὑπομένοντα κατὰ τὸν ὄγκον τῆς
12. οὐσίας. ἐντεῦθεν δὲ μεταβαίνων ἐπὶ κηρόν τε καὶ πίτταν,
13. ἄσφαλτόν τε καὶ ῥητίνην, ὅσα τ’ ἄλλα πλείστης ὑγρᾶς οὐσίας
14. μετέχει, θεάσῃ καὶ ταῦτα ἐν ἡλίῳ θερμῷ πολὺ πλέον δαπανώμενα
15. καὶ ἀποῤῥέοντα ἤπερ τοῦ λίθου τε καὶ
16. χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων τῶν οὕτω ξηρῶν. ὥστ’
17. εἴπερ ἡ χρεία τῆς τροφῆς ἀναπλήρωσίς ἐστι τῶν ἀποῤῥεόντων
18. ἐκ τοῦ σώματος, ἀποῤῥεῖ δὲ τῶν ὑγροτέρων τε
1. καὶ ἀερωδεστέρων πλέον, ἀναγκαῖον καὶ τροφῆς πλείονος δεῖσθαι
2. τὰ τοιαῦτα. τὸ δὲ τῶν παίδων σῶμα τοιοῦτόν ἐστιν,
3. ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον μετέχον, οὐχ ὡς τοῦ τῶν
4. ἀκμαζόντων καὶ παρακμαζόντων καὶ γερόντων, ξηρᾶς καὶ
5. γεώδους. ὁ τοίνυν Ἱπποκράτης ἐπειδὴ προὔκειτο κατὰ τόδε
6. τὸ βιβλίον αὐτῷ σύντομόν τε καὶ ἀφοριστικὴν ποιεῖσθαι τὴν
7. διδασκαλίαν, οὐχ οὕτως διῆλθεν τὸν λόγον ὡς ἐγὼ νῦν, ἀλλ’
8. ἀντὶ τοῦ φάναι τὰ αὐξανόμενα, κἂν ἴσον ἐν αὐτοῖς ἔχῃ
9. θερμῆς οὐσίας καὶ πυρώδους τοῖς ἀκμάζουσιν, ἀλλὰ τῆς γε
10. ὑδατώδους καὶ ἀερώδους οὐσίας πλέον ἔχει τὰ αὐξανόμενα,
11. πλεῖστον εἶπεν ἔχειν τὸ ἔμφυτον θερμὸν, ἅμα μὲν ἀναμιμνήσκων
12. ἡμᾶς τῆς οὐσίας αὐτῶν, ἅμα δὲ τὸ προκείμενον
13. ἀποδεικνύς. ἐπειδὴ γὰρ ὑγρὰν καὶ θερμὴν ἔχει τὴν οὐσίαν
14. τὰ αὐξανόμενα, διὰ τοῦτο πλεῖστον ἀποῤῥεῖν αὐτῶν ἀναγκαῖόν
15. ἐστι, πλείστης τε δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα
16. ἀναλίσκεσθαί φησιν εὐλόγως. ἔνθα γὰρ τὸ μὲν ἀποῤῥέον
17. πλεῖστον, τὸ δ’ ἐπιῤῥέον ὀλίγον, ἐνταῦθα ἀναγκαῖον διαφθείρεσθαι
1. τὴν ὑποκειμένην οὐσίαν. γέρουσι δ’ ὀλίγον τὸ
2. θερμὸν, τούτοις μέν γε κατ’ ἄμφω τὰ σημαινόμενα τῆς
3. προσηγορίας ὀλίγον ὑπάρχει τὸ θερμὸν, εἴτ’ ἐπὶ τὴν ποιότητά
4. τις ἀναφέρει τὸν λόγον εἴτ’ ἐπὶ τὴν οὐσίαν. καὶ γὰρ
5. καὶ ἡ ποιότης ἀμυδρὰ καὶ ἡ οὐσία ἐλαχίστη, εἴπερ τι μεμνήμεθα
6. τῶν προειρημένων. διὰ τοῦτ’ ἄρα, φησὶν, ὀλίγων
7. ὑπεκκαυμάτων δέονται· ὑπεκκαύματα τὰς τροφὰς ὠνόμασεν,
8. ἑπόμενος τῷ ἑαυτοῦ δόγματι καὶ σχεδὸν ἁπάντων τῶν ἐνδοξοτάτων
9. φιλοσόφων, οἵτινες τῶν συντιθέντων στοιχείων
10. τὰ ζῶα τὸ θερμὸν αἰτιώτατον ἐνόμιζον εἶναι τῆς ζωῆς.
11. ὥσπερ γὰρ αἱ λυχνιαῖοι φλόγες, καίτοι τροφὴν ἔχουσαι τοὔλαιον,
12. ὅμως ἐὰν ἀθρόως τις ἐπιχέῃ, σβέννυνται μᾶλλον ἢ
13. τρέφονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἐν τοῖς γέρουσι
14. θερμὸν ὑπέκκαυμα μὲν ἔχει τὰς τροφὰς, εἰ
15. δὲ πολλαῖς καὶ ἀθρόαις ἐπισωρεύσεσι καταπνίγοιτο, σβεσθῆναι
16. κίνδυνος αὐτὸ, καθάπερ εἰ καὶ σμικρῷ σπινθῆρι πυρὸς,
17. πλῆθος ἐπισωρεύσαις ξύλων. καὶ διὰ τοῦτο καὶ οἱ πυρετοὶ
18. τοῖς γέρουσιν οὐχ ὁμοίως ὀξέες, τὸ δ’ ἐπιφερόμενον τεκμήριον
1. οὕτως ἐστὶν καὶ αὐτὸ τοῦ ψυχρὸν εἶναι τὸ τῶν γερόντων
2. σῶμα καὶ ὅτι μάλιστα τροπῇ τῆς ἐμφύτου θερμότητος
3. ἐπὶ τὸ πυρῶδες ὁ πυρετὸς γίνεται. ἀλλά τοι τηλικαύτην
4. τροπὴν συμβῆναι τοῖς γέρουσιν, ὡς εἰς ἴσον ἀφικέσθαι
5. τῇ τῶν νεωτέρων, οὐ πάνυ τι δυνατόν, τὸ μὲν γὰρ
6. πολὺ θερμὸν ἑτοίμως ἐπὶ μήκιστον αἴρεται, τὸ δ’ ὀλίγον
7. οὐ ῥᾳδίως, ἀλλὰ μεγίστης δεῖται τῆς βιαζομένης αἰτίας
8. αὐτό. διὰ τοῦτο οὖν οὔτε πυρέττουσιν οἱ γέροντες, ὁμοίως
9. τοῖς νέοις ὀξεῖς πυρετοὺς ὡς τὰ πολλὰ καὶ εἴ που σπανίως
10. γένοιτό τις ὁποῖος ἐν νέῳ, πάντως οὗτος εἰς ὄλεθρον τοῦ
11. κάμνοντος τελευτᾷ. ἐνδείκνυται γὰρ ἐξαίσιόν τι μέγεθος τῆς
12. ἐργαζομένης αὐτὸν αἰτίας. ταῦτα ἀρκεῖ τοῖς κατὰ φύσιν
13. ἔχουσιν εἰς νόησίν τε καὶ πίστιν ὧν Ἱπποκράτης ἔγραψεν·
14. ὅσοι δὲ οὐκ ὀρθῶς ἐνεκάλεσαν αὐτῷ, καθάπερ καὶ Λύκος,
15. ἓν ὅλον πρὸς ἐκείνους ὑπ’ ἐμοῦ γέγραπται βιβλίον ἀπολογούμενον
16. ὑπὲρ ὧν ἐπηρεάζουσιν τὸν ἀφορισμόν. ἐπιγέγραπται
17. δὲ τὸ βιβλίον πρὸς Λύκον, ὅτι μηδὲν ἡμάρτηται κατὰ
1. τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ
2. ἔμφυτον θερμόν. ἐδόθη δέ μοι τὸ τοῦ Λύκου βιβλίον ἤδη
3. γεγραμμένων τῶν ὑπ’ ἐμοῦ ὑπομνημάτων. ὅθεν αὐτὸς μὲν
4. τούτοις ἐνέθηκα τήνδε τὴν ῥῆσιν οὐκ οὖσαν ἐν τοῖς προεκδοθεῖσιν·
5. ἰδίᾳ δὲ καθ’ ἕτερον βιβλίον ἀπελογησάμην ὑπὲρ
6. ὧν ἐνεκάλεσεν Ἱπποκράτει.