9. Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι
10. μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα
11. πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖον
12. ἔχουσι, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι
13. καὶ ἀθληταί.
15. Αἱ ὧραι τοῦ ἔτεος συντελοῦσιν εἰς τὴν δίαιταν οὐκ
16. ὀλίγον. ἐν μὲν γὰρ τῷ χειμῶνι καὶ ὀρέγονται πλειόνων οἱ
1. ἄνθρωποι καὶ πέπτουσι ῥᾷον αὐτὰ, κατὰ δὲ τὸ θέρος ἔμπαλιν.
2. τὴν δὲ αἰτίαν αὐτὸς ὁ Ἱπποκράτης εἶπεν ἀποφηνάμενος,
3. τὰς κοιλίας χειμῶνος καὶ ἦρος θερμοτάτας εἶναι.
4. τί δέ ἐστιν αὐτὸ τὸ φύσει καὶ ὅτι οὐ μάτην αὐτῷ
5. προσέθηκεν ἐν τῷδε τῷ ἀφορισμῷ ὀλίγον ὕστερον ἐξηγήσατο,
6. φάμενος, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ πλείστης
7. οὖν τροφῆς δεῖται. αἱ γοῦν κοιλίαι χειμῶνος καὶ ἦρος
8. θερμόταται οὐχ ἁπλῶς, ἀλλὰ τῷ φυσικῷ θερμῷ θερμόταται,
9. οὗ τὴν οὐσίαν ἔμπροσθεν ἐδήλωσα. διὰ τί δὲ τοῦ χειμῶνος
10. αὐξάνεται τοῦτο καὶ Ἀριστοτέλης εἶπεν, ὑποφεύγει
11. γὰρ διὰ τὸ περιϊστάμενον ἔξωθεν κρύος, ὥσπερ αὖ πάλιν
12. ἐν τῷ θέρει πρὸς τὸ συγγενὲς ἀποτείνεται. καὶ οὕτω
13. συμβαίνει διαφορεῖσθαι μὲν αὐτοῦ καὶ σκεδάννυσθαι τὴν
14. οὐσίαν ἐν τῷ θέρει, συνέχεσθαι δὲ καὶ σφίγγεσθαι καὶ εἰς
15. βάθος ὑποχωρεῖν ἐν τῷ χειμῶνι. διὰ τοῦτο οὖν καὶ αἱ
16. πέψεις καὶ αἱ ἐξαιματώσεις καὶ αἱ θρέψεις ἀμείνους εἰσὶν
17. ἐν ταῖσδε ταῖς ὥραις. προσέθηκε δὲ καὶ ἄλλο τι συμβεβηκὸς
18. αὐτοῖς τὸ καὶ τοὺς ὕπνους μακροτάτους γίνεσθαι, διὰ
1. τὸ μῆκος δηλονότι τῶν νυκτῶν, οὐ σμικρὸν οὐδ’ αὐτὸ συντελοῦν
2. εἰς τὰς φυσικὰς ἐνεργείας. τὸ δ’ ἐπὶ τέλει προσκείμενον
3. σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ τοῦ δεῖσθαι τροφῆς,
4. ἔνθα πλεονάζει τὸ θερμὸν ἀξιόλογον τεκμήριόν ἐστιν.
5. οἵ τε γὰρ παῖδες διότι τὸ θερμὸν ἔχουσι πλεῖστον, διὰ
6. τοῦτο καὶ δέονται πλειόνων καὶ περιγίνονται· οἵ τε ἀθληταὶ
7. διότι τοῖς γυμνασίοις αὐξάνουσι τὴν ἔμφυτον θερμασίαν,
8. διὰ τοῦτο καὶ τροφῶν ἀπολαύειν δύνανται πλειόνων. τὰ
9. μὲν οὖν εἰρημένα κατὰ τὸν ἀφορισμὸν αὐτάρκως ἐξηγησάμεθα·
10. περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας εἴ τις σκοποῖτο, μὴ
11. κατὰ πάντων ἐκτεινέτω τῶν ζώων τὸν λόγον, ἀλλ’ ἀποχωριζέτω
12. τὰ φωλεύοντα. ταυτὶ γὰρ οὐ δεῖται πλείονος τροφῆς
13. ἐν τῷ φωλεύειν· εἴ γε καὶ μηδ’ ὅλως ἐσθίοντα διαρκεῖ
14. καὶ καθ’ ὑπόθεσιν προσηνέγκατο τοσαύτην ὅσην πρὶν φωλεύειν
15. ἐχρῆτο, κακῶς ἂν αὐτὴν ἔπεψεν. ὁποῖον γάρ τι
16. κατὰ τὰς ψυχρολουσίας συμβαίνει τοῖς ἀνθρώποις, τοιοῦτον
17. τοῖς ζώοις ἐν τῷ χειμῶνι. συμβαίνει δὲ τοῖς ἐν ψυχρῷ
18. λουομένοις, οἷς μὲν ἀσθενές ἐστι τὸ σῶμα, ψύχεσθαί τε
1. καὶ βλάπτεσθαι, οἷς δὲ ἰσχυρὸν ἐν μὲν τῷ παραχρῆμα τὴν
2. θερμασίαν εἰς τὸ βάθος ὑποφεύγουσαν ἀθροίζεσθαι, μετὰ
3. δὲ ταῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπανέχεσθαι καὶ πολὺ
4. πλείονα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῆς. οὕτω δὲ καὶ
5. τῶν ζώων ὅσα μέν ἐστι ψυχρότερα φύσει, νικᾶται τούτων
6. ὑπὸ τοῦ κατὰ τὸν χειμῶνα κρύους, τὸ ἔμφυτον θερμὸν ὡς
7. ὀλίγου δεῖν αὐτὸ ἀποσβέννυσθαι καὶ διὰ τοῦτ’ αὐτῶν
8. τὰ πλεῖστα παραπλήσια νεκροῖς ἔστιν ἰδεῖ, ἀναίσθητά· τε
9. ἅμα καὶ ἀκίνητα κατὰ τοὺς φωλεοὺς κείμενα. τινὰ δὲ καὶ
10. παντάπασιν ἐν τῷ τοιούτῳ πάθει διαφθείρεται. τὰ δὲ πολυαιμότερα
11. καὶ θερμότερα τῶν ζώων ὅμοιόν τι πάσχει κατὰ
12. τὸν χειμῶνα τῷ συμβαίνοντι τοῖς ἰσχυροῖς σώμασιν ἐπὶ
13. τοῖς ψυχροτέροις λουτροῖς. ἀθροίζεται γὰρ αὐτῶν ἐν τῷ
14. βάθει τὸ θερμὸν, οὐ μὰ Δία τῶν σαρκῶν ἀποφευγουσῶν
15. εἰς τοῦτο καὶ καταλιπούσης ἑκάστης ἣν ἐξ ἀρχῆς εἴληφε
16. χώραν, ἀλλὰ τοῦ πνεύματος ἅμα τῷ αἵματι. τρία δ’ ἦν
17. ταῦτα σώματα τὰ τὴν ἀρχέγονον ἡμῶν οὐσίαν συμπληροῦντα,
18. πνεῦμα καὶ αἷμα καὶ ἡ ὀῤῥώδης ὑγρότης, ἐξ ἧς
1. κατ’ ἀρχὰς μὲν, ὡς ἐν τοῖς περὶ σπέρματος ἐδιδάξαμεν, ἡ
2. γένεσις τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ὕστερον δὲ ἡ αὔξησίς
3. τε καὶ θρέψις ἐν τούτοις προσέρχεται. ὅτι μὲν οὖν
4. ἄμεινον ἐν τῷ χειμῶνι πέπτομεν, τοῦ αἵματος εἴσω καὶ τοῦ
5. πνεύματος εἰς τὸ βάθος ὑποκεχωρηκότων, εὔδηλον
6. παντί. λέγει γοῦν οὐ τοῦτο μόνον ὁ Ἱπποκράτης, ἀλλ’ ὅτι
7. καὶ συμφέρει πλείω λαμβάνειν. ἐν ταύτῃσι γὰρ, φησὶ, τῇσιν
8. ὥρῃσι, τοῦτ’ ἔστι χειμῶνος καὶ ἦρος, καὶ τὰ προσάρματα
9. πλείω δοτέον. καὶ μὴν εἴπερ γε ὀλίγον ἀποῤῥεῖ καὶ
10. διαπνεῖται χειμῶνος εἰς τοὐκτὸς, οὐ δεῖται τὰ σώματα πολλοῦ
11. τοῦ θρέψοντος, ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος
12. ἡ θρέψις. ἀνάλογον οὖν εἶναι χρὴ τὸ ποσὸν τῆς τροφῆς
13. τῷ ποσῷ τῆς διαπνοῆς. ὅτι μὲν οὖν ἐστιν ἀληθὲς τὸ μὴ
14. μόνον ἐν χειμῶνι πέττειν ἡμᾶς ἄμεινον, ἀλλὰ καὶ λαμβάνοντας
15. ὀλίγα, καταψύχεσθαί τε καὶ διὰ τοῦτο βλάπτεσθαι,
16. προσφερομένους δὲ πλείονα μηδενὶ τῶν πληθωρικῶν ἁλίσκεσθαι
17. νοσημάτων αὐτὸ τὸ γενόμενον ἐναργῶς μαρτυρεῖ.
18. τῆς δὲ αἰτίας ἡ ζήτησις ἐν κοινῷ προκείσθω· οὐ γὰρ δὴ
1. Ἱπποκράτει γε μόνῳ μάχεται τὸ προβεβλημένον, ἀλλὰ καὶ
2. τοῖς ἄλλοις ἅπασιν. οὐδεὶς οὖν ἐστιν ὃς οὔ φησι διαπνεῖσθαι
3. τὰ τῶν ζώων σώματα τῇ διὰ τῶν ἀδήλων αἰσθήσει
4. διαπνοῇ πόρων. φανερὸν γὰρ τῷ εἰς χρείαν ἥκειν τροφῆς
5. ὅτι κενοῦται, ὡς εἴ γε μηδὲν ἡμῶν ἀπέῤῥει, διὰ παντὸς δ’
6. ἐφυλάττετο τῆς οὐσίας ὁ ἀρχαῖος ὄγκος, οὐκ ἂν οὐδὲ τροφῆς
7. ἐδεόμεθα. σκόπει τοίνυν εἰ κᾀνταῦθα τοῖς μὲν ἄλλοις
8. ἅπασιν ἄπορος ὁ λόγος Ἱπποκράτει δὲ καὶ τοῖς ἀπ’ αὐτοῦ
9. μόνοις εὔπορος. οὐ γὰρ ἄλλο τι τὸ διαπλάσαν ἐξ ἀρχῆς τὸ
10. ζῶον, ὥσπερ οὐδ’ αὖθις αὐξῆσαν, ἢ μέχρι τελευτῆς τρέφον,
11. ὅτι μὴ τὸ θερμὸν τοῦτο τὸ ἔμφυτον, ὑπὲρ οὗ νῦν ὁ λόγος
12. ἐστὶν αὐτῷ. τοιγαροῦν τοῦτο πάντων τῶν φυσικῶν ἔργων
13. αἴτιον ὑπάρχον, ἐπειδὴ πλεῖόν ἐστιν ἐν τῷ χειμῶνι καὶ τὰς
14. ὀρέξεις ἐπιτείνει καὶ τὰς πέψεις αὐξάνει καὶ πλέον ἀθροίζει
15. τὸ αἷμα καὶ παχύνει τὸ σῶμα καὶ τοῦ κενοῦν τὰ περιττώματα
16. προνοεῖται. τὸ μὲν γὰρ πέριξ θάλπος οὐ τὰ περιττὰ
17. μόνον, ἀλλὰ καὶ πάνθ’ ὁμοτίμως ἐκκενοῖ διαφοροῦν
1. ἅμα τοῖς περιττοῖς τῶν ἐν τῷ ζώῳ καὶ τὰ κατὰ φύσιν ἐν
2. αὐτῷ περιεχόμενα κατὰ τὴν ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην
3. ἄδηλον διαπνοὴν, ἔμφυτον ἐργάζεται θερμόν. οὐ γὰρ δὴ
4. ἄλλο τι τοῖς ζώοις ἡ φύσις ἐστὶν ἢ τοῦτο κατὰ τὸν Ἱπποκράτους
5. λόγον. δέδεικται δ’ ὑφ’ ἡμῶν ἐν τοῖς περὶ φυσικῶν
6. δυνάμεων οὐ μόνον ὀρεγομένη καὶ κατεργαζομένη καὶ
7. προσφύουσα τοῖς μορίοις ἡ φύσις ἑκάστῳ τὴν οἰκείαν τροφὴν,
8. ἀλλὰ καὶ διαφοροῦσα τὰ περιττώματα ταύτης καὶ ὅσῳ
9. περ ἂν ᾖ ῥωμαλεώτερον τὸ ἔμφυτον θερμὸν, τοσοῦτο μᾶλλον
10. ἐκφεύγει τὴν αἴσθησιν ἡ διαπνοή. καὶ διὰ τοῦτο παρὰ
11. φύσιν εἶναι τοὺς ἱδρῶτας ὁ Διοκλῆς εἶπεν, ὅτι καλῶς ἁπάντων
12. διοικουμένων τῶν κατὰ τὸ σῶμα, κρατουμένης τῆς τροφῆς
13. ὑπὸ φύσεως, οὐκ ἄν ποτε αἰσθητὴ διὰ τοῦ δέρματος
14. ὑγρότης ἐκκριθείη. ὅσα γὰρ ἐν βαλανείοις ἢ γυμναζομένοις
15. σφοδρῶς ἢ διὰ θερινὸν θάλπος ἱδροῦσιν ἄνθρωποι, βιαίων
16. αἰτίων εἰσὶν ἔγγονα. καλῶς οὖν ἐν τῷ χειμῶνι διοικεῖται
17. πάντα τὰ κατὰ τὸ ζῶον, ὅταν γε μέτριος ὑπάρχῃ δηλονότι.
1. τὰς γὰρ ἀμέτρους δυσκρασίας καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν
2. τοῖς ἐφεξῆς μέμφεται. γνωρίσματα δὲ οὐ σμικρὰ τοῦ καλῶς
3. διοικεῖσθαι πάντα τὰ κατὰ τὸ ζῶον ἐν τῷ χειμῶνι τῶν
4. κατὰ φύσιν ἔργων ἡ ῥώμη. πέττεται μὲν γὰρ ἐν τῇ γαστρὶ
5. τὰ σιτία, διότι πλεῖστόν ἐστι τὸ κατὰ φύσιν
6. θερμὸν, ὕπνοις τε ἅμα μακροτέροις ἐκκαθαίρεται τὰ περιττώματα
7. τοῦ σώματος, ὅσα μὲν ἀκριβῶς λελέπτυνται διὰ τοῦ
8. δέρματος, ὅσα δὲ ἀτμώδη, διὰ τῆς ἐκπνοῆς, ὅσα δ’ ἱκανῶς
9. παχέα, διὰ τῶν οὔρων. ὑφίσταται γὰρ αὐτοῖς πολὺ πλέον
10. ἢ κατὰ τὸ θέρος πρὸς τῷ καὶ τὸ πλῆθος τῶν οὔρων ὅλων
11. ἱκανῶς αὐξάνεσθαι κατὰ τὸν χειμῶνα. καὶ μὴν καὶ τρέφεται
12. μὲν καὶ σαρκοῦται τὰ σώματα μᾶλλον ἐν τῷ χειμῶνι
13. καὶ πλῆθος αἵματος ἀθροίζει χρηστοῦ, τοῖς γε μὴ παντάπασι
14. μοχθηρῶς διαιτωμένοις. εἰ γὰρ ἐννοήσεις ὡς ὀλίγαιμόν
15. τε καὶ ἰσχνὸν τὸ σῶμα ἡμῶν παρὰ τοῦ φθινοπώρου
16. διαδεχόμενος ὁ χειμὼν εὔχυμόν τε καὶ παχύτερον ἀπεργάζεται,
17. γνωρίσεις, οἶμαι, τὴν ῥώμην τῆς διοικούσης ἡμᾶς
18. δυνάμεως, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμόν. ἀλλ’ εἰ μὴ τροφῆς
1. ἀπολαύσει δαψιλοῦς τοῦτο, νικηθήσεται μὲν αὐτὸ πρῶτον
2. ὑπὸ τοῦ περιέχοντος κρύους, ἔξωθέν τε προσπίπτοντος καὶ
3. διὰ τῆς εἰσπνοῆς ἑλκομένου, συναῤῥωστήσει δ’ αὐτῷ καὶ
4. πέψις σιτίων καὶ γένεσις αἵματος χρηστοῦ καὶ θρέψις τῶν
5. τοῦ ζώου μορίων καὶ περιττωμάτων κένωσις. εἰ δ’ ὅσον
6. κρατεῖν δύναται σιτίων, ἀπολαύει τούτων δαψιλῶς, αὐτό τ’
7. ἂν αὐξηθείη καὶ πάνθ’ ὅσα προείρηται, διαπράξεται περὶ
8. τὸ ζῶον. ὅτι δ’ ἐκ τοῦ προσφέρεσθαι πλείω σιτία καὶ κατεργάζεσθαι
9. καλῶς, οὐκ ἐν τῆ γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς
10. φλεψὶ καὶ παντὶ τῷ τοῦ ζώου μορίῳ, πολὺ μὲν εὐσαρκότερον
11. ἕκαστον ἑαυτοῦ γίνεται καὶ πολὺ εὐαιμότερον, ἱκανῶς
12. ἐνδείκνυται καὶ τὸ διὰ τῆς πείρας ἐγνωσμένον τοῖς ἀνθρώποις,
13. οὐκ ἐφ’ ἑαυτῶν μόνων, ἀλλὰ καὶ τῶν ὑποζυγίων. πρὶν
14. γὰρ ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος, αἵματος
15. ἀφαιροῦσιν ἑαυτῶν τε κἀκείνων, ἀναμιμνησκόμενοι
16. τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης
17. ἐπιγίνηται θέρος θερμόν. ἐκτείνει γὰρ ἐπὶ πλεῖον τοῦτο
18. καὶ χεῖ τὸ αἷμα καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει,
1. ὡς μηκέτ’ ἐν ταῖς φλεψὶ στέγεσθαι τὸ τέως σύμμετρον,
2. ἀλλ’ ἤτοι ῥηγνύειν αὐτὰς ἢ ἀναβιβρώσκειν· καὶ ὅταν ἀμετρότερον
3. ἐφ’ ἕν τε μόριον, ὅπερ ἂν ἁπάντων ἀσθενέστερον,
4. ᾗ, ῥυῇ, φλεγμονὴν ἢ ἐρυσίπελας, ἤ τι τοιοῦτον ἕτερον ἐν τούτῳ
5. νόσημα ἐργάζεται. πολὺ γὰρ πλείω τε καὶ μείζω τῶν
6. πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως.
7. ἅπαντα οὖν ταῦτα μαρτυρεῖ τοῖς ἄλλοις, ὅσα κατὰ τὸν προκείμενον
8. ἀφορισμὸν ὁ Ἱπποκράτης ἐδίδαξε, καὶ τὸ μὴ μόνον
9. δύνασθαι πέττειν πλείω σιτία κατὰ τὴν ὥραν ἐκείνην, ἀλλὰ
10. καὶ δεῖσθαι πλειόνων. ἀνάλογον γὰρ ἀεὶ χρὴ εἶναι τὰ σιτία
11. τῷ πλήθει τῆς ἐμφύτου θερμασίας, πλὴν εἴ ποτε, ὡς
12. ἔφην, ἐκ τῆς τοῦ περιέχοντος θερμασίας ἀσθενὴς γενομένη
13. ἡ φύσις ἀφαιρεῖν ἀναγκάζει. διὸ καὶ περὶ τοῦ ἦρος,
14. ἀδιοριστότερον εἰπόντος Ἱπποκράτους ἐγὼ διοριοῦμαι, πρῶτον
15. μὲν ὅτι κατὰ τὴν ἀρχὴν ὅμοιόν ἐστι μᾶλλον κράσει χειμῶνος
16. ἢ θέρους, ἐπὶ δὲ τῆς τελευτῆς ἔμπαλιν. εἶθ’ ὅτι
17. πολλάκις μὲν οἶον χειμῶνος γίνεται ψυχρὸν, ἐνίοτε
1. δὲ οἷόν περ θέρος θερμόν. ἐν μὲν οὖν τοῖς πρώτοις αὐτοῦ
2. μέρεσι κἀπειδὰν γένηταί ποτε ψυχρὸν, ὁμοίαν τῇ χειμερινῇ
3. ποιησόμεθα τὴν δίαιταν· ἐν δὲ τοῖς ὑστέροις μέρεσιν ἐπειδὰν
4. γένηταί ποτε θερμότερον, ὁμοίαν τῇ θερινῇ, μέσου
5. δ’ ὄντος τῇ κράσει καὶ τὴν δίαιταν ἀνάλογον τῇ κράσει
6. ποιησόμεθα. ταῦτα μὲν οὖν πάντα περὶ τῆς τῶν ὑγιαινόντων
7. εἴρηται διαίτης· ἑξῆς δὲ περὶ τῆς τῶν νοσούντων
8. λέγει.